Textus Originalis

VIII 14. 15. 16. 17. 159

ήκειν μηδὲν οὕτω τῶν ἐν τῷ βίῳ σπουδάζειν ὡς περὶ τὴν τῶν θεῶν τιμήν. Ὅτι ἀνδρείαν καὶ δικαιοσύνην καὶ τὰς ἄλλας 4 ἀρετὰς ἀνθρώπων καὶ τὰ λοιπὰ τῶν ζῴων εὑρῆσθαι 5 συμβέβηκε, τὴν δὲ εὐσέβειαν τοσούτῳ τῶν ἄλλων ἀρετῶν προέχειν ὅσον καὶ τοὺς θεοὺς τῶν θνητῶν ἐν πᾶσι πρωτεύειν. Ὅτι ζηλωτῆς οὔσης τοῖς ἰδιώταις, πολὺ μᾶλλον 5 οἰκείαν εἶναι ταῖς πόλεσι· τῆς τε γὰρ ἀθανασίας 10 ἐγγύτερον οὖσαι προσῳκειωμένην τοῖς θεοῖς τὴν φύσιν ἔχουσι καὶ πολὺν χρόνον διαμένουσα. προσ- δοκῶσι τὴν ὀφειλομένην ἀμοιβήν, τῆς μὲν εὐσεβείας τὴν ἡγεμονίαν, τῆς δὲ εἰς τὸ θεῖον ὀλιγωρίας τὴν τιμωρίαν. [Exc. Vat. p. 8.] 15 Ὅτι Δηιόκης ὁ Μήδων βασιλεὺς πολλῶν ἀνομη- 16 μάτων γενομένων ἤσκει δικαιοσύνην καὶ ἄλλας ἀρε- τάς. [Exc. de virt. et vit. p. 230 V., 549 W.] Ὅτι Μύσκελλός τις Ἀχαιὸς ὢν τὸ γένος ἐκ ῾Ρύ- 17 πης κατήντησεν εἰς Δελφοὺς καὶ τὸν θεὸν ἐπηρώ- 20 τησε περὶ τέκνων γενέσεως· ἡ δὲ Πυθία ἀνεῖλεν οὕτως· Μύσκελλε βραχύνωτε, φιλεῖ σ᾿ ἑκάεργος Ἀπόλλων, καὶ γενεὰν δώσει· τόδε δὲ πρότερόν σε κελεύει, οἰκῆσαί σε Κρότωνα μέγαν καλαῖς ἐν ἀρούραις. 25 τοῦ δὲ Κρότωνα ἀγνοοῦντος εἰπεῖν πάλιν τὴν Πυ- θίαν,

1 μηδὲν] περὶ μηδὲν Wurm 8 οὔσης] εὐσεβείας add. Mai 18 ῾Ρύπης Bek., Κρήτης cod. 22 βραχύνωτε Dind. (p. 160, 11), καλὰν ὥς τε cod., Αἰγιαλώτα Bernhardy 24 οἰκίσαι cod. σε Dind., δὲ cod.