Textus Originalis
160 DIODORI SICULI
αὐτός σοι φράζει ἑκατηβόλος· ἀλλὰ συνίει. οὗτος μὲν Τάφιός τοι ἀνήροτος, ἥδε δὲ Χαλκίς, ἥδε δὲ Κουρήτων * ἡ ἱερὰ χθών, αἵδε δ᾿ Ἐχινάδες εἰσί· πολὺς δ᾿ ἐπ᾿ ἀριστερὰ πόντος. οὕτω σ᾿ οὐκ ἄν φημι Λακινίου ἄκρου ἁμαρτεῖν 5 οὐδ᾿ ἱερᾶς Κριμίσης οὐδ᾿ Αἰσάρου ποταμοῖο. 2 Ὅτι τοῦ χρησμοῦ προστάττοντος Κρότωνα κτί- ζειν ὁ Μύσκελλος τὴν περὶ τὴν Σύβαριν χώραν θαυμάσας ἐβούλετο κτίσαι, καὶ ἐξέπεσε χρησμὸς αὐτῷ οὗτος, Μύσκελλε βραχύνωτε, παρὲκ θεοῦ ἄλλα ματεύων κλαύματα μαστεύεις· δῶρον δ᾿ ὃ διδῷ θεὸς αἴνει. [Exc. Vat. p. 9.] 18 Ὅτι οἱ Συβαρῖται γαστρίδουλοί εἰσι καὶ τρυ- φηταί. τοσοῦτος δὲ ἦν ζῆλος παρ᾿ αὐτοῖς τρυφῆς 15 ὥστε καὶ τῶν ἔξωθεν ἐθνῶν μάλιστα ἠγάπων Ἴω- νας καὶ Τυρρηνούς, ὅτι συνέβαινεν αὐτοὺς τοὺς μὲν τῶν Ἑλλήνων, τοὺς δὲ τῶν βαρβάρων προέχειν τῇ κατὰ τὸ ζῆν πολυτελείᾳ. [Exc. de virt. et vit. p. 230 V., 550 W.] 2 Ὅτι φασί τινα τῶν εὐπόρων Συβαριτῶν, ἀκού- σαντα παρά τινων ὅτι θεασάμενος τοὺς ἐργάτας εἴληφὼς εἴη ῥήγματα, παρακαλέσαι τὸν εἰπόντα μὴ θαυμάσαι· καὶ γὰρ ἀκούσαντα τὸ γεγονὸς πεπονη- 3 κέναι τὴν πλευράν. ἕτερον δὲ λέγεται παραβαλόντα 25
2 οὕτως cod. αὕτη μὲν Τάφος ἐστὶν Herw. 3 ἡ] αἰχμητάων Krebs 5 οὕτω σ᾿ Dind., οὕτως δ᾿ cod. 6 Κρεμίσης cod. 14 γάστριες Suidas s. v. Συβαρῖται 21 εὐπόρων Geel, ἐμπόρων cod. 23 ῥήγματα Krebs, πράγ- ματα cod. 24 ἀκούσαντα] αὐτὸς ἀκούσας Herw.