Textus Originalis

V 9. 10. 11. 17

τὴν τυχοῦσαν. διόπερ πολλοὶ τῶν κατὰ τὴν Σικε- λίαν ὑπὸ νόσων ἰδιοτρόπων ἐνοχλούμενοι καταν- τῶσιν εἰς αὐτήν, καὶ τοῖς λουτροῖς χρώμενοι παρα- δόξως ὑγιεῖς καθίστανται. ἔχει δ᾿ ἡ νῆσος αὕτη 2 5 τὰ διαβεβοημένα μέταλλα τῆς στυπτηρίας, ἐξ ἧς λαμβάνουσιν οἱ Λιπαραῖοι καὶ ῾Ρωμαῖοι μεγάλας προσόδους. οὐδαμοῦ γὰρ τῆς οἰκουμένης [τῆς] στυ- πτηρίας γινομένης καὶ πολλὴν χρείαν παρεχομένης, εἰκότως μονοπώλιον ἔχοντες καὶ τὰς τιμὰς ἀναβι- 10 βάζοντες πλῆθος χρημάτων λαμβάνουσιν ἄπιστον· ἐν μόνῃ γὰρ τῇ νήσῳ Μήλῳ φύεται μικρά τις στυ- πτηρία, μὴ δυναμένη διαρκεῖν πολλαῖς πόλεσιν. ἔστι δὲ καὶ ἡ νῆσος τῶν Λιπαραίων μικρὰ μὲν τὸ 3 μέγεθος, καρποφόρος δὲ ἱκανῶς καὶ τὰ πρὸς ἀν- 15 θρώπων τρυφὴν ἔχουσα διαφερόντως· καὶ γὰρ ἰχθύων παντοδαπῶν παρέχεται πλῆθος τοῖς κατοι- κοῦσι καὶ τῶν ἀκροδρύων τὰ μάλιστα δυνάμενα παρέχεσθαι τὴν ἐκ τῆς ἀπολαύσεως ἡδονήν. καὶ περὶ μὲν Λιπάρας καὶ τῶν ἄλλων τῶν Αἰόλου νή- 20 σων καλουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν. Μετὰ δὲ τὴν Λιπάραν εἰς τὸ πρὸς δυσμὰς μέ- 11 ρος νῆσός ἐστι πελαγία, μικρὰ μὲν τὸ μέγεθος, ἔρη- μος δὲ καὶ διά τινα περιπέτειαν Ὀστεώδης ὀνο- μαζομένη. καθ᾿ ὃν γὰρ καιρὸν Καρχηδόνιοι πρὸς 25 Συρακοσίους διαπολεμοῦντες πολλοὺς καὶ μεγάλους πολέμους δυνάμεις εἶχον ἀξιολόγους πεζάς τε καὶ ναυτικάς, περὶ δὲ τούτους τοὺς καιροὺς μισθοφό-

7 τῆς om. D 13 ἡ om. D 15 τροφὴν A 19 αἰολοῦ D¹ 24 γὰρ del. Reiske 25 διεπολέμουν f. 26 πεζικάς cod. (cf. I p. LXIV)