Textus Originalis

VIII 17. 18. 19. 20. 161

εἰς Σπάρτην εἰπεῖν ὅτι πρότερον μὲν θαυμάζοι τὴν τῶν Σπαρτιατῶν ἀνδρείαν, τότε δὲ θεασάμενον εὐ- τελῶς καὶ μετὰ πολλῆς κακοπαθείας βιοῦντας εἰπεῖν ὅτι τῶν ἐσχάτων οὐδὲν διαφέρουσι· καὶ γὰρ ἐν Συβαρίταις τὸν ἀνανδρότατον μᾶλλον ἑλέσθαι ἂν 5 τρὶς ἀποθανεῖν ἢ τοιοῦτον βίον ζῶντα καρτερεῖν. μάλιστα δὲ παρ᾿ αὐτοῖς περιουσιάσαι λέγεται τρυφῇ τὸν ὀνομαζόμενον Μινδυρίδην. [Exc. Vat. p. 9.] Ὅτι Μινδυρίδης λέγεται περιουσιάσαι τρυφῇ 19 παρὰ Συβαρίταις. τούτον γάρ, Κλεισθένους τοῦ 10 Σικυωνίων τυράννου νικήσαντος ἅρματι καὶ κηρύ- ξαντος παραγενέσθαι τοὺς προαιρουμένους γαμεῖν τὴν αὑτοῦ θυγατέρα, δοκοῦσαν κάλλει διαφέρειν, ἀναχθῆναί φασιν ἐκ Συβάρεως ἐν πεντηκοντόρῳ τοὺς ἐρέτας ἔχοντα ἰδίους οἰκέτας, ὧν εἶναι τοὺς 15 μὲν ἁλιεῖς, τοὺς δὲ ὀρνιθοθήρας. παραγενόμενον 2 δὲ εἰς Σικυῶνα ταῖς κατὰ τὴν οὐσίαν παρασκευαῖς οὐ μόνον τοὺς ἀντιμνηστεύσαντας, ἀλλὰ καὶ τὸν τύραννον αὐτὸν ὑπεράραι, καίπερ τῆς πόλεως αὐτῷ πάσης συμφιλοτιμουμένης. ἐν δὲ τῷ μετὰ τὴν ἄφι- 20 ξιν δείπνῳ προσιόντος τινός, ὅπως κατακλιθῇ πρὸς αὐτόν, εἰπεῖν ὅτι κατὰ τὸ κήρυγμα πάρεστιν ἢ μετὰ τῆς γυναικὸς ἢ μόνος κατακλιθησόμενος. [Exc. de virt. et vit. p. 230 V., 550 W.] Ὅτι Μιλησίων τρυφώντων φασὶ πρὸς αὐτοὺς ἀπο- 20

1 πρότερον μὲν εἰπεῖν ὅτι — τότε δὲ θεασάμενος — εἶπεν Wurm 2 εὐτελῶς Dind., εὐτελοῖ cod. 3 εἰπεῖν Dind., εἶπεν cod. 5 τὸν add. Dind. ἀνδρειότατον cod., corr. Geel 10 τούτου Reiske, οὗτος v. 14 φασιν Krebs, τι να cod., λέγεται Suidas s. v. Συβαρῖται 15 ὧν εἶναι] ὠνεῖται cod., om. Suidas 15*