Textus Originalis
162 DIODORI SICULI
δημήσαντά τινα τῶν Συβαριτῶν, ἐπειδὴ πάλιν πρὸς τὴν πατρίδα παρεγενήθη, τά τε ἄλλα τοῖς πολίταις ἐξηγεῖσθαι καὶ δὴ καὶ φάσκειν κατὰ τὴν ἀποδημίαν μίαν πόλιν ἐλευθέραν ἑωρακέναι τὴν τῶν Μιλησίων. [Exc. Vat. p. 10.] 21 Ὅτι συνταξαμένων τῶν ἐπευνακτῶν τῷ Φαλάνθῳ 5 τότε ἥκειν πρὸς τὴν στάσιν κατὰ τὴν ἀγοράν, ὅταν αὐτὸς ἐπὶ τὸ μέτωπον ἐφελκύσῃ τὴν κυνῆν, μετὰ τῶν ὅπλων· ἐμήνυσε δέ τις τὸ μέλλον γίνεσθαι τοῖς ἐφόροις. τῶν δὲ πλείστων οἰομένων δεῖν ἀπο- κτεῖναι τὸν Φάλανθον, Ἀγαθιάδας ἐραστὴς αὐτοῦ 10 γεγονὼς εἶπεν, ὡς τοῦτο πράξαντες εἰς μεγίστην στάσιν ἐμβαλοῦσι τὴν Σπάρτην, ἐν ᾗ κρατήσαντες ἀλυσιτελῆ ποιήσονται νίκην, καὶ σφαλέντες ἄρδην 2 ἀπολέσουσι τὴν πατρίδα. συνεβούλευσεν οὖν τὸν κήρυκα ἀναγορεῦσαι τὴν κυνῆν ἐᾶν ὡς ἔχει Φάλαν- 15 θον. οὗ γενομένου τοὺς μὲν παρθενίας ἀποστή- 3 σασθαι τῆς ἐπιβολῆς καὶ πρὸς διάλυσιν ὁρμῆσαι. οἱ δὲ ἐπευνακταὶ θεωροὺς πέμψαντες εἰς Δελφοὺς ἐπη- ρώτων, εἰ δίδωσιν αὐτοῖς τὴν Σικυωνίαν. ἡ δ᾿ ἔφη καλόν τοι τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος· 20 ἀλλ᾿ οὐκ οἰκήσεις οὐδ᾿ εἰ παγχάλκεος εἴης. Σατύριον φράζου σὺ Τάραντός τ᾿ ἀγλαὸν ὕδωρ καὶ λιμένα σκαιὸν καὶ ὅπου τράγος ἁλμυρὸν οἶδμα
3 καὶ add. Hertl. 4 μίαν add. Dind. 7 κατὰ Dind., καὶ cod. 8 μετὰ τῶν ὅπλων] μέχρι τῶν ὀφθαλμῶν Wurm 16 Φάλανθος v., corr. Wurm 17 ἀποστῆναι Herw., ἀπο- στήσεσθαι et ὁρμήσειν Wurm 22 οἰκήσεις οὐδ᾿ Dind., οἰκίσεις οὐκ v. 23 σὺ Hermann, καὶ cod. τ᾿ add. Dind. 24 λιμένας καλοὺς Herw. ἁλμυρὸν Dind., ἀγλαὸν cod., ἄγριον Wurm