Textus Originalis

VIII 20. 21. 22 23. 163

ἀμφαγαπᾷ τέγγων ἄκρον πολιοῖο γενείου· ἔνθα Τάραντα ποιοῦ ἐπὶ Σατυρίου βεβαῶτα. ἀκούσαντες δὲ ἠγνόουν· ἡ δὲ φανερώτερον ἔφη, Σατύριόν τοι ἔδωκα Τάραντά τε πίονα δῆμον οἰκῆσαι καὶ πήματ᾿ Ἰαπύγεσσι γενέσθαι. 5 [Exc. Vat. p. 11.] Ὅτι Ἱππομένης ὁ τῶν Ἀθηναίων ἄρχων, τῆς 22 θυγατρὸς αὐτοῦ φθαρείσης ὑπό τινος, τιμωρίαν ἔλαβε παρ᾿ αὐτῆς ἀνήκεστον καὶ παρηλλαγμένην· μεθ᾿ ἵππου γὰρ αὐτὴν εἰς οἰκίσκον τινὰ συγκλεί- 10 σας, καὶ τὴν τροφὴν παρελόμενος ἐπί τινας ἡμέρας, ἠνάγκασε τὸ ζῷον διὰ τὴν ἔνδειαν ἀναλῶσαι τὸ σῶμα τῆς παραβληθείσης. [Exc. de virt. et vit. p. 230 V, 550 W.] Ὅτι Ἀντίφημος καὶ Ἔντιμος οἱ Γέλαν κτίσαντες 23 15 ἠρώτησαν τὴν Πυθίαν, καὶ ἔχρησε ταῦτα, Ἔντιμ᾿ ἠδὲ Κράτωνος ἀγακλέος υἱὲ δαΐφρον, ἐλθόντες Σικελὴν καλὴν χθόνα ναίετον ἄμφω, δειμάμενοι πτολίεθρον ὁμοῦ Κρητῶν ῾Ροδίων τε πὰρ προχοὰς ποταμοῖο Γέλα συνομώνυμον ἁγνοῦ. 20 Ὅτι οἱ ἐκ τῆς δεκάτης ἀνατιθέντες Χαλκιδεῖς 2 ἦλθον χρησόμενοι περὶ ἀποικίας, καὶ ἀνεῖλε Ἀψία ᾗ ποταμῶν ἱερώτατος εἰς ἅλα πίπτει,

1 ἀμφαγαπᾷ τ᾿ ἀκρόπολιν ἀγενείου cod., ἀμφαγαπᾷ βάπτει τ᾿ (τέγγων Dind.) ἄκρον πολιοῖο γενείου Wurm 4 ἔδωκα] καὶ add. cod. 5 Ἰαπύγεσσι Mai, ἀδησιγησι cod. 17 Ἔντιμ᾿ ἠδὲ Dind., Ἔντιμε καὶ cod. ἀγακλέες cod. δαίφρων v. 18 καλὴν add. Wurm. 20 ἁγνοῦ Herw., ἁγνόν v. 21 ἀνατεθέντες cod. 23 ἀψιδίη ποταμὸν ἱερω- τάτην εἰς ἅλα πιπτειν cod., corr. Dind.