Textus Originalis

164 DIODORI SICULI

ἔνθ᾿ εἴσω βάλλοντι τὸν ἄρσενα θῆλυς ὀπυίει, ἔνθα πόλιν οἴκιζε, διδοῖ δέ σοι Αὔσονα χώραν. οἱ δὲ κατὰ τὸν Ἀψίαν ποταμὸν εὑρόντες ἄμπελον περιπεπλεγμένην ἐρινεῷ (τὸ λεγόμενον ἀρσενόθηλυν) ἔκτισαν πόλιν. 5 3 Παραπορευόμενον μεγάλῃ τῇ φωνῇ λέγειν, ἀντὶ θνητοῦ βίου δόξαν ἀθάνατον περιποιήσασθαι βού- λεται τίς; τίς ἐρεῖ πρῶτος, ἐπιδίδωμι τὸν ἐμαυτοῦ βίον εἰς τὴν κοινὴν ἀσφάλειαν. 4 Ὅτι τῶν εἰς ἀγρὸν πορευομένων τις ἐρωτήσας 10 ἅπαντ . . . ἠρώτησε μή τι νεώτερον εἴη κατὰ τὴν πό- λιν. καὶ ἐζημίωσαν αὐτὸν οἱ τὴν ἀρχὴν παρὰ Λο- κροῖς ἔχοντες· τοσοῦτον ἦσαν περὶ τὸ δίκαιον ἠσχο- ληκότες. 24 Ὅτι Σικυωνίοις ἔχρησεν ἡ Πυθία ἑκατὸν ἔτη 15 μαστιγονομηθήσεσθαι αὐτούς. ἐπερωτησάντων δὲ αὐτῶν τίς ὁ ταῦτα ποιήσων, πάλιν ἀπεκρίθη, ᾧ ἂν καταπλεύσαντες πρώτῳ γεγενημένον υἱὸν ἀκούσωσιν. ἐτύγχανε δὲ τοῖς θεωροῖς ἠκολουθηκὼς τῆς θυσίας ἕνεκα μάγειρος, ὃς ἐκαλεῖτο Ἀνδρέας. μισθοῦ τοῖς 20 ἄρχουσι μαστιγοφορῶν ὑπηρέτει. [Exc. Vat. p. 12.] 25 Ὅτι ἐπὶ Ὀστιλίου Τύλλου τοῦ ῾Ρωμαίων βασιλέως Ἀλβανοὶ τὴν αὔξησιν τῶν ῾Ρωμαίων ὑφορώμενοι καὶ ταπεινῶσαι τούτους βουλόμενοι, προσεποιήσαντο ἐπὶ τῆς ἑαυτῶν χώρας γεγονέναι λῃστὰς ῾Ρωμαίους, καὶ 25 ἔπεμψαν εἰς ῾Ρώμην πρεσβευτὰς τοὺς τὸ δίκαιον

1 ὀπυίει Dind., ὀπαρεῖ cod. 2 σοι Dind., σε v. 4 τὸ λεγόμενον ἀρσενόθηλυν del. Herw. 8 τίς addidi 10 ἐρωτήσας] ἐξώλης Wurm 11 ἅπαντ . . . Herw., ἁπαντίον Mai, ἁπαντῶν Wurm 23 καὶ . . βουλόμενοι cod. M(ona- censis), om. v. 25 ῾Ρωμαίους M, ῾Ρωμαίων v.