Textus Originalis

VIII 23. 24. 25. 26. 165

αἰτήσοντας, εἰ δὲ μὴ προσέχωσι, πόλεμον καταγγε- λοῦντας. Ὀστίλιος δὲ ὁ τῶν ῾Ρωμαίων βασιλεὺς πυ- 2 θόμενος ὡς ζητοῦσι πρόφασιν πολέμου, τοῖς μὲν φίλοις παρήγγειλε τοὺς πρέσβεις ἐκδέξασθαι καὶ παρακαλεῖν ἐπὶ ξένια· αὐτὸς δὲ ἐκκλίνας τὴν πρὸς 5 τούτους ἔντευξιν ἔπεμψεν εἰς Ἀλβανοὺς τοὺς τὸ παραπλήσιον τοῖς ἐκείνων ποιήσοντας. τοῦτο δὲ 3 συνετέλεσεν ἀρχαϊκῷ τινι προαχθεὶς ἔθει, διὰ τὸ τοὺς παλαιοὺς μηδὲν οὕτω σπουδάζειν ὡς τὸ δικαίους ἐνίστασθαι πολέμους· εὐλαβεῖτο γάρ, μὴ τοὺς αἰτίους 10 τῆς λῃστείας οὔθ᾿ εὑρεῖν δυνάμενος οὔτε παραδι- δοὺς τοῖς ἐξαιτοῦσι δόξῃ πόλεμον ἄδικον ἐπαναι- ρεῖσθαι. εὐτυχούντων δὲ πρότερον τῶν εἰς Ἄλβαν 4 πεμφθέντων τὸ μὴ λαμβάνειν τὸ δίκαιον, εἰς ἡμέ- ραν τριακοστὴν πόλεμον κατήγγειλαν. οἱ μὲν οὖν 15 τῶν Ἀλβανῶν πρεσβευταὶ κατὰ τὴν ἐξαίτησιν ἀπό- κρισιν ἔλαβον, ὅτι πρότερον ἐκείνων οὐ διδόντων τὸ δίκαιον οἱ ῾Ρωμαῖοι πόλεμον αὐτοῖς κατηγγελκό- τες εἴησαν. οἱ δὲ δῆμοι πρὸς ἀλλήλους ἐπιγαμίας ἔχοντες καὶ φιλίαν, ἀπὸ ταύτης τῆς αἰτίας εἰς δια- 20 φορὰν κατέστησαν. [Exc. de legat. p. 310 U., 618 W., IV 35 Bip.] Τὸ πρότερον τὸ γένος τῶν ῾Ρωμαίων τῶν Λατίνων 26 οὐχὶ συνῆπτε πόλεμον ἀκηρυκτεὶ πρὸς ἔθνος, ἀλλὰ τῇ χώρᾳ πρότερον ἔθνους τοῦ πολεμίου 25

1 καταγγέλλοντας v., corr. Krebs 4 δέξασθαι καὶ παραλαβεῖν Herw. 5 ξενίαν v., corr. Herw. 6 τοὺς add. Krebs 10 ἐπίστασθαι cod. 13 εὐτυχούντων M, ἐν- τυχόντων v. προτέρων Herw. εἰς om. M 14 τὸ] διὰ τὸ Reiske 15 οἱ μὲν οὖν Bip., ὃν οἱ μὲν v. 17 προ- τέρων Herw.