Textus Originalis

166 DIODORI SICULI

δόρυ σημεῖον ἔρριπτεν, ἔχθρας ἀρχὴν σημαῖνον. ἔπειτα δὲ κατήρχετο πολέμου πρὸς τὸ ἔθνος. τοῦτό φησι Διόδωρος, πᾶς τε Λατῖνα γράφων. [Tzetz. Hist. 5, 555.] 27 Ὅτι οἱ Σπαρτιᾶται ὑπὸ Μεσσηνίων ἡττηθέντες 5 εἰς Δελφοὺς πέμψαντες ἠρώτων περὶ πολέμου. ἔχρησε δὲ αὐτοῖς παρὰ Ἀθηναίων λαβεῖν ἡγεμόνα. 2 Ὅτι οἱ Λακεδαιμόνιοι προτραπέντες ὑπὸ Τυρ- ταίου οὕτω προθύμως εἶχον πρὸς παράταξιν, ὥστε μέλλοντες παρατάττεσθαι τὰ ὀνόματα σφῶν αὐτῶν 10 ἐγράψαντο εἰς σκυταλίδα καὶ ἐξῆψαν ἐκ τῆς χειρός, ἵνα τελευτῶντες μὴ ἀγνοῶνται ὑπὸ τῶν οἰκείων. οὕτω παρέστησαν ταῖς ψυχαῖς ἕτοιμοι πρὸς τὸ τῆς νίκης ἀποτυγχάνοντες ἑτοίμως ἐπιδέχεσθαι τὸν ἐν- τιμον θάνατον. [Exc. Vat. p. 12.] 15 28 Κιθαρῳδὸς ὁ Τέρπανδρος τῷ γένει Μηθυμναῖος. στασιασάντων δέ ποτε τῶν Λακεδαιμονίων, χρησμὸς αὐτοῖς ἐξέπεσε πάλιν φιλιωθῆναι, ἂν ἐκ Μηθύμνης Τέρπανδρος ἐκείνοις κιθαρίσῃ. καὶ δή τι μέλος Τέρπανδρος ἐντέχνως κιθαρίσας 20 αὐτοὺς πάλιν συνήρμοσε, Διόδωρος ὡς γράφει, τῆς ἁρμονίας τῇ ᾠδῇ. καὶ γὰρ μετατραπέντες ἀλλήλους περιέβαλλον, ἠσπάζοντο δακρύοις. [Tzetz. Hist. 1, 385.] 29 Ὅτι Ἀριστοτέλης ὁ καὶ Βάττος κτίσαι βουλόμε- 25 νος Κυρήνην ἔλαβε χρησμὸν οὕτως,

11 σκυταλίδας ἃς ἐξήψαντο Herw. 14 ἑτοίμως] προ- θύμως Krebs ἐπιδέχεσθαι Dind., ἐπιτυγχάνοντες v.