Textus Originalis
VIII 26. 27. 28. 29. 30. 167
Βάττ᾿, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων εἰς Λιβύην πέμπει καλλιστέφανον Κυρήνης εὐρείης ἄρχειν καὶ ἔχειν βασιληίδα τιμήν. ἔνθα σε βάρβαροι ἄνδρες, ἐπὰν Λιβύης ἐπιβήῃς, βαιτοφόροι ἐπίασι· σὺ δ᾿ εὐχόμενος Κρονίωνι 5 Παλλάδι τ᾿ ἐγρεμάχῃ γλαυκώπιδι καὶ Διὸς υἱῷ Φοίβῳ ἀκερσεκόμῃ νίκην ὑποχείριον ἕξεις, καὶ μάκαρος Λιβύης καλλιστεφάνου βασιλεύσεις αὐτὸς καὶ γένος ὑμόν· ἄγει δέ σε Φοῖβος Ἀπόλλων. Ταῖς γὰρ εὐημερίαις φυσικῶς ἀντικαθήμενος ὁ 2 10 φθόνος καθαιρεῖ τοὺς ταῖς δόξαις πρωτεύοντας. [Exc. Vat. p. 13.] Ὅτι Ἀρκεσίλαος ὁ τῶν Κυρηναίων βασιλεὺς δει- 30 νοπαθήσας ἐπὶ ταῖς συμφοραῖς ἐπηρώτα εἰς Δελ- φούς. ἔχρησε δὲ [ὁ θεὸς] ὅτι θεῶν ἐστι μῆνις· 15 τοὺς γὰρ ὕστερον βασιλεῖς οὐχ ὁμοίως ἄρχειν τῷ πρώτῳ Βάττῳ. ἐκεῖνον μὲν γὰρ αὐτῇ τῇ προσηγο- ρίᾳ τοῦ βασιλέως ἀρκούμενον ἐπιεικῶς ἄρξαι καὶ δημοτικῶς, καὶ τὸ μέγιστον, τηροῦντα τὰς πρὸς τοὺς θεοὺς τιμάς· τοὺς δὲ ὕστερον ἀεὶ τυραννικώτερον 20 δυναστεύοντας ἐξιδιοποιήσασθαι μὲν τὰς δημοσίας προσόδους, ὀλιγωρῆσαι δὲ τῆς πρὸς τὸ θεῖον εὐσε- βείας. Ὅτι τῆς τῶν Κυρηναίων στάσεως διαιτητὴς ἐγέ- 2 νετο Δημῶναξ Μαντινεύς, συνέσει καὶ δικαιοσύνῃ 25 δοκῶν διαφέρειν. οὗτος οὖν πλεύσας εἰς Κυρήνην
2 Λυκίην cod. 4 ἐπιβαίης cod., corr. Dind. 5 βατ- τοφόροι ἐπιοῦσι οὐδ᾿ εὐχόμενον ἠρανίοιο codex, corr. Dind. 6 ἐγρεμάχης cod. 7 ὑπερχείριον cod. 9 ὑμὸν Dind., ἀμὸν cod. 10 ταῖς γὰρ — φθόνος om. Mai 15 ὁ θεὸς ὅτι θεῶν v., ὅτι θεός cod. Peiresc.