Textus Originalis

168 DIODORI SICULI VIII 30. 31. 32.

καὶ παρὰ πάντων λαβὼν τὴν ἐπιτροπήν, διέλυσε τὰς πόλεις ἐπὶ τούτοις. 31 Ὅτι Λεύκιος Ταρκύνιος ὁ τῶν ῾Ρωμαίων βασι- λεὺς σπουδαίας ἔτυχεν ἀγωγῆς, καὶ γενόμενος ζη- λωτὴς παιδείας οὐ μετρίως δι᾿ ἀρετὴν ἐθαυμάζετο. 5 ἀνδρωθεὶς γὰρ συνεστάθη τῷ βασιλεῖ τῶν ῾Ρωμαίων Ἄγκῳ Μαρκίῳ, καὶ φίλος αὐτοῦ μέγιστος ἐγένετο, καὶ πολλὰ τῶν κατὰ τὴν βασιλείαν συνδιῴκει τῷ βασιλεῖ. καὶ μεγαλόπλουτος ὢν πολλοῖς τῶν ἀπό- ρων ἐβοήθει χρήματα διδούς, καὶ πᾶσι προσφιλῶς 10 ὁμιλῶν ἄμεμπτος ἦν καὶ ἔνδοξος ἐπὶ σοφίᾳ. [Exc. de virt. et vit. p. 233 V., 551 W.] 32 Ὅτι οἱ Λοκροὶ ἔπεμψαν εἰς Σπάρτην περὶ συμ- μαχίας δεόμενοι. οἱ δὲ Λακεδαιμόνιοι τὸ μέγεθος τῆς Κροτωνιατῶν δυνάμεως ἀκούοντες, ὥσπερ ἀφο- 15 σιούμενοι καὶ μόνως ἂν οὕτω σωθέντων Λοκρῶν, ἀπεκρίθησαν αὐτοῖς συμμάχους διδόναι τοὺς Τυν- 2 δαρίδας. οἱ δὲ πρέσβεις εἴτε προνοίᾳ θεοῦ εἴτε τὸ ῥηθὲν οἰωνισάμενοι προσεδέξαντο τὴν βοήθειαν παρ᾿ αὐτῶν καὶ καλλιερήσαντες ἔστρωσαν τοῖς Διοσκό- 20 ροις κλίνην ἐπὶ τῆς νηὸς καὶ ἀπέπλευσαν ἐπὶ τὴν πατρίδα. 3 Ποταπὰς δὲ ψυχὰς ἕξειν τοὺς συνηκολουθηκό- τας πατέρας, ὅταν ὁρῶντες τοὺς ἑαυτῶν υἱοὺς ὑπὸ τῶν βαρβάρων ἀρρήτῳ συμφορᾷ περιπίπτοντας μὴ 25 δύνωνται βοηθεῖν, ἀλλὰ τὰς ἑαυτῶν πολιὰς σπα- ράσσοντες πρὸς κωφὴν ὀδύρωνται τύχην; [Exc. Vat. p. 14.]

14 δεόμενοι del. Herw.