Textus Originalis
FRAGMENTA LIBRI IX.
Ἦν δὲ καὶ Σόλων πατρὸς μὲν Ἐξηκεστίδου, τὸ 1 γένος ἐκ Σαλαμῖνος τῆς Ἀττικῆς, σοφίᾳ δὲ καὶ παι- δείᾳ πάντας τοὺς καθ᾿ ἑαυτὸν ὑπερβεβληκώς. φύσει δὲ πρὸς ἀρετὴν τῶν ἄλλων πολὺ διαφέρων ἐζήλωσεν ἀρετὴν ἐπαινουμένην· πᾶσι γὰρ τοῖς μαθήμασι πολὺν 5 χρόνον ἐνδιατρίψας ἀθλητὴς ἐγένετο πάσης ἀρετῆς. κατὰ μὲν γὰρ τὴν τοῦ παιδὸς ἡλικίαν παιδευταῖς 2 ἐχρήσατο τοῖς ἀρίστοις, ἀνδρωθεὶς δὲ συνδιέτριψε τοῖς μεγίστην ἔχουσι δόξαν ἐπὶ φιλοσοφίᾳ. διὸ καὶ τούτοις ὁμιλῶν καὶ συνδιατρίβων ὠνομάσθη μὲν εἷς 10 τῶν ἑπτὰ σοφῶν καὶ τὸ πρωτεῖον τῆς συνέσεως οὐ μόνον παρὰ τούτοις τοῖς ἀνδράσιν, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς θαυμαζομένοις ἀπηνέγκατο. Ὅτι ὁ αὐτὸς Σόλων, ἐν τῇ νομοθεσίᾳ μεγάλην 3 δόξαν περιποιησάμενος, ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις 15 καὶ ἀποκρίσεσιν, ἔτι δὲ συμβουλίαις, θαυμαστὸς ἐτύγχανε διὰ τὴν ἐν παιδείᾳ προκοπήν. Ὅτι ὁ αὐτὸς Σόλων, τὴν ὅλην ἀγωγὴν τῆς πό- 4 λεως ἐχούσης Ἰωνικήν, καὶ διὰ τὴν τρυφὴν καὶ τὴν
1 Σόλων in mg. cod. 3 ὑπερβεβηκώς v., corr. Herw. (p. 172, 3) 5 ἀρετὴν] ἀγωγὴν Dind. 9 δόξαν Dind., δύναμιν v. 11 τῶν add. Reiske