Textus Originalis

170 DIODORI SICULI

ῥᾳστώνην ἐκτεθηλυμμένων τῶν ἀνθρώπων, μετέ- θηκε τῇ συνηθείᾳ πρὸς ἀρετὴν καὶ ζῆλον τῶν ἀν- δρείων πράξεων. διὸ τῇ τούτου νομοθεσίᾳ καθο- πλισθέντες τὰς ψυχὰς Ἁρμόδιος καὶ Ἀριστογείτων καταλύειν ἐπεχείρησαν τὴν τῶν Πεισιστρατιδῶν ἀρ- 5 χήν. [Exc. de virt. p. 233 V., 551 W.] 2 Ὅτι Κροῖσος ὁ Λυδῶν βασιλεὺς μεγάλας κεκτη- μένος δυνάμεις καὶ πολὺν ἐκ παρασκευῆς σεσωρευ- κὼς ἄργυρόν τε καὶ χρυσόν, μετεπέμπετο τῶν Ἑλ- λήνων τοὺς σοφωτάτους, καὶ συνδιατρίβων αὐτοῖς 10 μετὰ πολλῶν δώρων ἐξέπεμψε καὶ αὐτὸς πρὸς ἀρετὴν ὠφελεῖτο πολλά. ποτὲ δὲ τοῦτον [i. e. Σόλωνα] μεταπεμψάμενος καὶ τὰς δυνάμεις καὶ τὸν πλοῦτον ἐπιδειξάμενος, ἠρώτησεν εἴ τις ἕτερος αὐτῷ δοκεῖ 2 μακαριώτερος εἶναι. ὁ δὲ Σόλων τῇ συνήθει τοῖς 15 φιλοσόφοις χρησάμενος παρρησίᾳ ἔφη μηδένα τῶν ζώντων εἶναι μακάριον· τὸν γὰρ ἐπ᾿ εὐδαιμονίᾳ πεφρονηματισμένον καὶ δοκοῦντα τὴν τύχην ἔχειν συνεργὸν μὴ γινώσκειν εἰ διαμενεῖ μετ᾿ αὐτοῦ μέχρι τῆς ἐσχάτης. σκοπεῖν οὖν ἔφησε δεῖν τὴν τοῦ βίου 20 τελευτὴν καὶ τὸν διευτυχήσαντα τότε προσηκόντως 3 λέγειν μακάριον. ὁ δὲ Κροῖσος ὕστερον γενόμενος αἰχμάλωτος ὑπὸ Κύρου καὶ μέλλων ἐπὶ μεγάλῃ πυρᾷ κατακαίεσθαι, τῆς Σόλωνος ἀποφάσεως ἐμνημόνευ- σεν. διὸ καὶ τοῦ πυρὸς ἤδη περιφλέγοντος ἀνεβόα 25 4 συνεχῶς τὸ τοῦ Σόλωνος ὄνομα. ὁ δὲ Κῦρος προσ-

1 ἐκτεθηλυμένων v. ἀνθρώπων cod. Peiresc., Ἀθη- ναίων v. 2 ἀνδρείων Reiske, ἀνθρωπίνων cod., ἀρρενω- πῶν Dind. 8 καὶ add. Dind. 12 τοῦτον Wurm, τού- των v. 14 αὐτῷ Dind., αὐτοῦ v.