Textus Originalis

18 DIODORI SICULI

ρων ὄντων παρ᾿ αὐτοῖς πολλῶν καὶ παντοδαπῶν τοῖς ἔθνεσιν, οὗτοι δὲ ταραχώδεις ὄντες καὶ πολ- λὰς καὶ μεγάλας στάσεις εἰωθότες ποιεῖσθαι, καὶ μάλιστα ὅταν τοὺς μισθοὺς εὐκαίρως μὴ λαμβάνω- σιν, ἐχρήσαντο καὶ τότε τῇ συνήθει ῥᾳδιουργίᾳ τε 5 καὶ τόλμῃ. ὄντες γὰρ τὸν ἀριθμὸν ὡς ἑξακισχίλιοι, 2 καὶ τοὺς μισθοὺς οὐκ ἀπολαμβάνοντες, τὸ μὲν πρῶ- 339 τον συντρέχοντες κατεβόων τῶν στρατηγῶν, ἐκεί- νων δ᾿ ἀπορουμένων χρημάτων καὶ πολλάκις ἀνα- βαλλομένων τὰς ἀποδόσεις, ἠπείλουν τοῖς ὅπλοις 10 ἀμυνεῖσθαι τοὺς Καρχηδονίους, καὶ τὰς χεῖρας προσ- 3 έφερον τοῖς ἡγεμόσι. τῆς δὲ γερουσίας ἐγκαλού- σης καὶ τῆς διαφορᾶς ἀεὶ μᾶλλον ἐκκαιομένης, ἡ μὲν γερουσία τοῖς στρατηγοῖς ἐν ἀπορρήτοις προσ- έταξεν ἀφανίσαι πάντας τοὺς ἐγκαλουμένους· οἱ δὲ 15 λαβόντες τὰς ἐντολάς, καὶ τοὺς μισθοφόρους ἐμβι- βάσαντες εἰς τὰς ναῦς, ἐξέπλευσαν ὡς ἐπί τινα πολεμικὴν χρείαν. προσπλεύσαντες δὲ τῇ προειρη- μένῃ νήσῳ, καὶ πάντας τοὺς μισθοφόρους ἀποβι- βάσαντες εἰς αὐτήν, ἀπέπλευσαν καταλιπόντες ἐν 20 4 αὐτῇ τοὺς ἐγκαλουμένους. οἱ δὲ μισθοφόροι πε- ριαλγεῖς ὄντες τῇ περιστάσει καὶ μὴ δυνάμενοι τοὺς Καρχηδονίους ἀμύνασθαι, λιμῷ διεφθάρησαν. ἐν νήσῳ δὲ μικρᾷ τοσούτων αἰχμαλώτων τελευτησάν- των συνέβη τὸν τόπον ὀλίγον ὄντα πληρωθῆναι 25 τῶν ὀστῶν· ἀφ᾿ ἧς αἰτίας ἡ νῆσος ἔτυχε τῆς προσ- ηγορίας. οἱ μὲν οὖν μισθοφόροι τοῦτον τὸν τρό-

2 δὲ del. Reiske 3 ποιῆσαι CFG 9 χρήμασι DFG 11 ἀμύνεσθαι D 15 et 21 ἐγκαλοῦντας C 26 τῆς] ταύτης τῆς CFG