Textus Originalis
IX 1. 2. 3. 171
πέμψας τοὺς πευσομένους, τίς ἡ συνεχής ἐστι τοῦ Σόλωνος ὀνομασία, μαθὼν τἀληθὲς μετέπεσε τοῖς λογισμοῖς καὶ νομίσας τὴν ἀπόκρισιν τοῦ Σόλωνος ἀληθινὴν εἶναι τῆς μὲν ὑπερηφανείας ἀπανίστατο, τὴν δὲ πυρὰν κατασβέσας ἔσωσε τὸν Κροῖσον καὶ 5 τὸ λοιπὸν ἕνα τῶν φίλων κατηρίθμησεν. (Cf. frag. 34.) Ὅτι ὁ Σόλων ἡγεῖτο τοὺς μὲν πύκτας καὶ στα- 5 διεῖς καὶ τοὺς ἄλλους ἀθλητὰς μηδὲν ἀξιόλογον συμβάλλεσθαι ταῖς πόλεσι πρὸς σωτηρίαν, τοὺς δὲ φρονήσει καὶ ἀρετῇ διαφέροντας μόνους δύνασθαι 10 τὰς πατρίδας ἐν τοῖς κινδύνοις διαφυλάττειν. Ὅτι περὶ τοῦ χρυσοῦ τρίποδος ἀμφισβητήσεως 3 οὔσης ἡ Πυθία ἔχρησεν οὕτως· ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς; 2 τίς σοφίᾳ πρῶτος πάντων, τούτου τρίποδ᾿ αὐδῶ. 15 οἱ δέ φασιν ἄλλως ὅτι πολέμου γενομένου τοῖς Ἴωσι πρὸς ἀλλήλους, καὶ τοῦ τρίποδος παρὰ σαγηνέων ἀνενεχθέντος, ἐπερωτῆσαι τὸν θεὸν περὶ τῆς κατα- λύσεως τοῦ πολέμου. ἡ δὲ ἔφη, οὔποτε μὴ λήξῃ πόλεμος Μερόπων καὶ Ἰώνων, 20 πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος κάμε τεύχων, ἐκ μέσσου πέμψητε, καὶ ἐς δόμον ἀνδρὸς ἵκηται ὃς σοφίᾳ τά τ᾿ ἐόντα τά τ᾿ ἐσσόμενα προδέδορκεν. Ὅτι οἱ Μιλήσιοι ἀκολουθῆσαι βουλόμενοι τῷ 3 χρησμῷ Θάλητι τῷ Μιλησίῳ [τῶν ἑπτὰ σοφῶν] τὸ 25 ἀριστεῖον ἐβούλοντο δοῦναι· τὸν δ᾿ εἰπεῖν ὡς οὐκ ἔστι πάντων σοφώτατος, συμβουλεύειν δὲ πρὸς ἕτε- ρον πέμπειν σοφώτερον. τούτῳ δὲ τῷ τρόπῳ καὶ
1 πευσομένους Dind., πυθομένους v. 15 τίς] ὃς Herw. τούτῳ cod., corr. Herw. 25 τῶν ἑπτὰ σοφῶν inclusi