Textus Originalis

172 DIODORI SICULI

τῶν ἄλλων τῶν ἑπτὰ σοφῶν ἀποποιησαμένων τὸν τρίποδα Σόλωνι δίδοσθαι δοκοῦντι πάντας ἀνθρώ- πους ὑπερβεβλῆσθαι σοφίᾳ τε καὶ συνέσει. τὸν δὲ συμβουλεῦσαι τοῦτον ἀναθεῖναι Ἀπόλλωνι· τούτον γὰρ εἶναι σοφώτερον πάντων. (Cf. frag. 13, 2.) 5 4 Ὅτι ὁ αὐτὸς πρὸς τῇ τοῦ βίου καταστροφῇ ὁρῶν Πεισίστρατον πρὸς χάριν [λόγοις] τὰ πλήθη δημα- γωγοῦντα καὶ πρὸς τυραννίδα παρορμῶντα, τὸ μὲν πρῶτον λόγοις ἐπεχείρησεν ἀποτρέπειν ταύτης τῆς ἐπιβολῆς· οὐ προσέχοντος δὲ αὐτοῦ προῆλθεν εἰς 10 τὴν ἀγορὰν μετὰ τῆς πανοπλίας παντελῶς ἤδη γε- 2 γηρακώς. συνδραμόντος δὲ τοῦ πλήθους πρὸς αὐτὸν διὰ τὸ παράδοξον, παρεκάλει τοὺς πολίτας ἀναλα- βεῖν τὰ ὅπλα καὶ παραχρῆμα καταλύειν τὸν τύραν- νον· οὐδενὸς δὲ αὐτῷ προσέχοντος, καὶ πάντων 15 αὐτοῦ μανίαν καταγινωσκόντων, τινῶν δὲ παραγη- ρᾶν αὐτὸν ἀποφαινομένων, ὁ μὲν Πεισίστρατος ἤδη τινὰς δορυφόρους περιαγόμενος προσῆλθε τῷ Σό- λωνι καὶ ἐπύθετο τίνι θαρρῶν τὴν τυραννίδα κατα- λύειν αὐτοῦ βούλεται, τοῦ δὲ εἰπόντος ὅτι τῷ γήρᾳ, 20 θαυμάσας τὴν φρόνησιν αὐτοῦ οὐδὲν αὐτὸν ἠδίκησεν. (Cf. frag. 20, 4.) 5 Ὅτι τὸν παρανόμοις καὶ ἀδίκοις πράξεσιν ἐπι- βαλόμενον οὐκ ἂν προσηκόντως σοφὸν νομίζεσθαι. 6 Ὅτι φασὶν Ἀνάχαρσιν τὸν Σκύθην φρονοῦντα 25 ἐπὶ σοφίᾳ μέγα παραγενέσθαι Πυθώδε καὶ ἐπερω- τῆσαι τίς ἐστιν αὐτοῦ τῶν Ἑλλήνων σοφώτερος. καὶ εἰπεῖν,

7 λόγοις del. Dind. 10 ἐπιβουλῆς cod., corr. Dind.