Textus Originalis
IX 3—10. 173
Οἰταῖόν τινά φασι Μύσωνα σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν, ὅστις ἦν Μαλιεὺς καὶ ᾤκει τὴν Οἴτην εἰς κώμην Χηνὰς καλουμένην. [Exc. Vat. p. 14—16.] Ὅτι Μύσων τις ἦν Μαλιεύς, ὃς ᾤκει ἐν κώμῃ 7 5 Χηνὰς καλουμένῃ, τὸν ἅπαντα χρόνον ἐν ἀγρῷ δια- τρίβων καὶ ὑπὸ τῶν πολλῶν ἀγνοούμενος· ὃν ἀν- τεισῆξαν εἰς τοὺς ἑπτὰ σοφούς, ἐκκρίναντες τὸν Περίανδρον τὸν Κορίνθιον διὰ τὸ τύραννον γεγο- νέναι πικρόν. [Exc. de virt. et vit. p. 234 V., 552 W.] 10 Ὅτι ὁ Σόλων πολυπραγμονήσας τὸν τόπον ἐν 8 ᾧ διέτριβε Μύσων, κατέλαβεν αὐτὸν ἐπὶ τῆς ἅλω πρὸς ἄροτρον προσβαλόντα ἐχέτλην, καὶ πειραθεὶς τοῦ ἀνδρὸς ἔφη, Οὐχ ὥρα νῦν ἀρότρου, ὦ Μύσων, καὶ οὗτος, Οὐ χρῆσθαι, εἶπεν, ἀλλ᾿ ἐπισκευάζειν. 15 [Exc. Vat. p. 17.] Ὅτι Χίλων τῷ λόγῳ σύμφωνον ἔσχε τὸν βίον, 9 ὅπερ σπανίως εὕροι τις ἂν γινόμενον. τῶν γὰρ καθ᾿ ἡμᾶς φιλοσόφων τοὺς πλείστους ἰδεῖν ἔστι λέγοντας μὲν τὰ κάλλιστα, πράττοντας δὲ τὰ χεί- 20 ριστα, καὶ τὴν ἐν ταῖς ἀπαγγελίαις αὐτῶν σεμνό- τητα καὶ σύνεσιν διὰ τῆς πείρας ἐλεγχομένην. ὁ δὲ Χίλων χωρὶς τῆς κατὰ τὸν βίον ἐν ἅπασι τοῖς πρατ- τομένοις ἀρετῆς πολλὰ διενοήθη καὶ ἀπεφθέγξατο μνήμης ἄξια. [Exc. de virt. et vit. p. 234 V., 552 W.] 25 Ὅτι Χίλων ἀφικόμενος εἰς Δελφοὺς καὶ καθά- 10 περ ἀπαρχὰς ποιούμενος τῷ θεῷ τῆς ἰδίας συνέ-
1 φασι] φημι Diog. I 106 6 Χηναῖς Vales. 11 Σό- λων] Χίλων Dind., Ἀνάχαρσις Klüber 15 εἶπεν Dind., εἰπεῖν v. 21 ἐπαγγελίαις cod., corr. Wess.