Textus Originalis
174 DIODORI SICULI
σεως ἐπέγραψεν ἐπί τινα κίονα τρία ταῦτα, Γνῶθι σεαυτόν, καὶ Μηδὲν ἄγαν, καὶ τρίτον Ἐγγύα, πάρα δ᾿ ἄτα. τούτων ἕκαστον ὑπάρχον βραχὺ καὶ Λα- 2 κωνικὸν μεγάλην ἔχει τὴν ἀναθεώρησιν. τὸ γὰρ Γνῶθι σαυτὸν παραγγέλλει παιδευθῆναι καὶ φρό- 5 νιμον γενέσθαι· οὕτω γὰρ ἄν τις ἑαυτὸν γνοίη· ἢ ὅτι οἱ ἄμοιροι παιδείας καὶ ἀλόγιστοι κατὰ τὸ πλεῖ- στον ἑαυτοὺς συνετωτάτους ὑπειλήφασιν, ἥπερ ἐστὶ τῶν ἀμαθιῶν ἀμαθεστάτη κατὰ τὸν Πλάτωνα, ἢ ὅτι τοὺς πονηροὺς ἐπιεικεῖς ἡγοῦνται, τοὺς δὲ χρη- 10 στοὺς ἀνάπαλιν φαύλους· μόνως γὰρ ἄν τις οὕτως ἑαυτὸν γνοίη καὶ ἕτερον, τυχὼν παιδείας καὶ συνέ- 3 σεως περιττοτέρας. τὸ δὲ Μηδὲν ἄγαν μετριάζειν ἐν πᾶσι καὶ μηδὲ περὶ ἑνὸς τῶν ἀνθρωπίνων τε- λείως διορίζεσθαι, ὡς Ἐπιδάμνιοι. οὗτοι γὰρ παρὰ 15 τὸν Ἀδρίαν οἰκοῦντες καὶ πρὸς ἀλλήλους διαφερό- μενοι, μύδρους διαπύρους καταποντίσαντες ἐν μέσῳ τῷ πελάγει διωμόσαντο μὴ σπείσεσθαι τὴν πρὸς ἀλλήλους ἔχθραν πρότερον ἕως ἂν οὗτοι θερμοὶ ἀνενεχθῶσιν. οὕτω δὲ σκληρῶς ὀμόσαντες καὶ τὸ 20 Μηδὲν ἄγαν οὐκ ἐπινοήσαντες ὕστερον ὑπὸ τῶν πραγμάτων ἀναγκαζόμενοι διελύσαντο τὴν ἔχθραν, 4 ἐάσαντες τοὺς μύδρους ψυχροὺς ἐν τῷ βυθῷ. τὸ δὲ Ἐγγύα, πάρα δ᾿ ἄτα, τινὲς ὑπέλαβον γάμον ἀπαγο- ρεύειν· τὴν γὰρ τοῦ γάμου σύνθεσιν παρὰ τοῖς 25 πλείστοις τῶν Ἑλλήνων ἐγγύην ὀνομάζεσθαι, καὶ βεβαιωτὴς ὁ κοινὸς βίος, ἐν ᾧ πλεῖσται καὶ μέγι- σται γίνονται συμφοραὶ διὰ τὰς γυναῖκας. ἔνιοι
15 παρὰ add. Herw.; περὶ XVII 113, 2 (XII 30, 2) 18 σπείσασθαι cod., corr. Herw. 21 ἐννοήσαντες Herw.