Textus Originalis

IX 10. 175

δέ φασιν ἀνάξιον εἶναι Χίλωνος διὰ τὸ μὴ δύνα- σθαι ἀναιρουμένου τοῦ γάμου διαμένειν τὸν βίον, τὴν δὲ ἄτην ἀποφαίνονται ἐγγύαις ταῖς ἐπὶ τῶν συμβολαίων καὶ ταῖς ὑπὲρ τῶν ἄλλων διομολογή- σεσι περὶ χρημάτων. καὶ Εὐριπίδης 5 οὐκ ἐγγυῶμαι· ζημία φιλέγγυον σκοπεῖν· τὰ Πυθοῖ δ᾿ οὐκ ἐᾷ με γράμματα. Ἔνιοι δέ φασι μὴ Χίλωνος εἶναι μηδὲ πολιτικὸν 5 τὸ μηδενὶ τῶν φίλων ἐν ταῖς τοιαύταις χρείαις ἐπαρκεῖν, ἀλλὰ μᾶλλον τὰς καταβεβαιώσεις ἀπαγο- 10 ρεύειν καὶ τὸ κατατεταμένως ἐγγυᾶσθαί τε καὶ διο- ρίζεσθαι τῶν ἀνθρωπίνων, ὡς ποιῆσαι τοὺς Ἕλλη- νας ὅτε κατηγωνίσαντο τὸν Ξέρξην. ὤμοσαν γὰρ ἐν Πλαταιαῖς παραδώσειν παίδων παισὶ τὴν πρὸς τοὺς Πέρσας ἔχθραν, ἕως ἂν οἱ ποταμοὶ ῥέωσιν εἰς 15 τὴν θάλατταν καὶ γένος ἀνθρώπων ᾖ καὶ γῆ καρ- ποὺς φέρῃ· τὸ δὲ τῆς τύχης εὐμετάπτωτον βεβαίως ἐγγυώμενοι μετά τινα χρόνον ἐπρεσβεύοντο πρὸς Ἀρταξέρξην τὸν υἱὸν Ξέρξου περὶ φιλίας καὶ συμ- μαχίας. 20 Ὅτι ὁ Χίλωνος λόγος βραχὺς ὢν ὅλην περιεί- 6 ληφε τὴν πρὸς τὸν ἄριστον βίον ὑποθήκην, ὡς καὶ τῶν ἐν Δελφοῖς ἀναθημάτων βελτίω ταῦτα τὰ ἀπο- φθέγματα. αἱ μὲν γὰρ χρυσαῖ Κροίσου πλίνθοι καὶ τὰ ἄλλα κατασκευάσματα ἠφανίσθη καὶ μεγά- 25 λας ἀφορμὰς παρέσχε τοῖς ἀσεβεῖν εἰς τὸ ἱερὸν ἑλο- μένοις, αἱ δὲ γνῶμαι τὸν ἅπαντα χρόνον σῴζονται

3 ἀποφαίνονται] ἀποφαίνεσθαι παρεῖναι Wurm 6 ζη- μίαν φιλεγγύων σκοπῶν Herw. 9 τοσαύταις cod. 11 κατα- τεταγμένως cod. 16 ᾖ Herw., εἴη cod. 17 φέρῃ cod., φέροι v. 25 ἄλλα] τε add. cod. DIODORUS II. 16