Textus Originalis
176 DIODORI SICULI
ἐν ταῖς τῶν πεπαιδευμένων ψυχαῖς τεθησαυρισμέ- ναι καὶ κάλλιστον ἔχουσαι θησαυρόν, πρὸς ὃν ἂν οὔτε Φωκεῖς οὔτε Γαλάται προσενεγκεῖν τὰς χεῖρας σπουδάσειαν. [Exc. Vat. p. 17—19.] 11 Ὅτι Πιττακὸς ὁ Μιτυληναῖος οὐ μόνον ἐν σο- 5 φίᾳ θαυμαστὸς ἦν, ἀλλὰ καὶ πολίτης ἐγένετο τοι- οῦτος οἷον ἕτερον οὐκ ἤνεγκεν ἡ νῆσος, δοκῶ δ᾿ οὐδ᾿ ἂν ὕστερον ἐνέγκαι, μέχρι ἂν τὸν οἶνον φέρῃ πλείω τε καὶ ἡδίω. νομοθέτης τε γὰρ ἀγαθὸς ὑπῆρχε κἀν τοῖς κατὰ μέρος πρὸς τοὺς πολίτας κοινὸς καὶ 10 φιλάνθρωπος, καὶ τὴν πατρίδα τριῶν τῶν μεγίστων συμφορῶν ἀπέλυσε, τυραννίδος, στάσεως, πολέμου. 2 Ὅτι Πιττακὸς βαθὺς ἦν καὶ ἥμερος καὶ τὴν πα- ραίτησιν ἔχων αὐτὸς ἐν αὑτῷ. διὸ δὴ πᾶσιν ἐδό- κει τέλειος ἀνὴρ εἶναι πρὸς πᾶσαν ἀρετὴν ὁμολο- 15 γουμένως· κατὰ μὲν γὰρ τὴν νομοθεσίαν ἐφαίνετο πολιτικὸς καὶ φρόνιμος, κατὰ δὲ τὴν πίστιν δίκαιος, κατὰ δὲ τὴν ἐν τοῖς ὅπλοις ὑπεροχὴν ἀνδρεῖος, κατὰ δὲ τὴν πρὸς τὸ κέρδος μεγαλοψυχίαν ἀφιλάργυρος. [Exc. de virt. et vit. p. 237 V., 552 W.] 20 12 Ὅτι τῶν Μιτυληναίων διδόντων τῷ Πιττακῷ τῆς χώρας ὑπὲρ ἧς ἐμονομάχησε τὴν ἡμίσειαν οὐκ ἐδέξατο, συνέταξε δὲ ἑκάστῳ κληρῶσαι τὸ ἴσον, ἐπι- φθεγξάμενος ὡς τὸ ἴσον ἐστὶ τοῦ πλείονος πλεῖον. μετρῶν γὰρ ἐπιεικείᾳ τὸ πλεῖον, οὐ κέρδει, σοφῶς 25 ἐγίνωσκεν· τῇ μὲν γὰρ ἰσότητι δόξαν καὶ ἀσφά- λειαν ἀκολουθήσειν, τῇ δὲ πλεονεξίᾳ βλασφημίαν
2 ἂν add. Herw. 5 ἐν] ἐπὶ Herw. 13 βαθὺς] πραῢς Wurm 25 σαφῶς cod., corr. Mai 26 τῇ Hertl., ἐπὶ v. γὰρ ἰσότητι] παρισώσει Wurm