Textus Originalis
IX 10—13. 177
καὶ φόβον, δι᾿ ὧν ταχέως ἂν αὐτοῦ τὴν δωρεὰν ἀφείλαντο. Ὅτι σύμφωνα τούτοις ἔπραξε καὶ πρὸς Κροῖσον 2 διδόντα τῶν ἐκ τοῦ γαζοφυλακείου χρημάτων λα- βεῖν ὁπόσα βούλοιτο. καὶ γὰρ τότε τὴν δωρεὰν οὐ 5 προσδεξάμενόν φασιν εἰπεῖν, καὶ νῦν ἔχειν ὧν ἤθελε διπλάσια. θαυμάσαντος δὲ τοῦ Κροίσου τὴν ἀφι- λαργυρίαν καὶ περὶ τῆς ἀποκρίσεως ἐπερωτήσαντος, εἰπεῖν ὡς τελευτήσαντος ἄπαιδος τἀδελφοῦ κεκλη- ρονομηκὼς οὐσίαν εἴη τὴν ἴσην ᾗπερ εἶχεν, ἣν οὐχ 10 ἡδέως προσειληφέναι. Ὅτι καὶ τὸν ποιητὴν Ἀλκαῖον, ἐχθρότατον αὐ- 3 τοῦ γεγενημένον καὶ διὰ τῶν ποιημάτων πικρότατα λελοιδορηκότα, λαβὼν ὑποχείριον ἀφῆκεν, ἐπιφθεγ- ξάμενος ὡς συγγνώμη τιμωρίας αἱρετωτέρα. [Exc. 15 Vat. p. 19.] Ὅτι φασὶν οἱ Πριηνεῖς ὡς Μεσσηνίας τὸ γένος 13 ἐπισήμους παρθένους λυτρωσάμενος ὁ Βίας παρὰ λῃστῶν ἦγεν ὡς ἰδίας θυγατέρας ἐντίμως. μετὰ δέ τινας χρόνους παραγενομένων τῶν συγγενῶν κατὰ 20 ζήτησιν, ἀπέδωκεν αὐτὰς οὔτε τροφεῖα πραξάμενος οὔτε λύτρα, τοὐναντίον δὲ τῶν ἰδίων πολλὰ δωρη- σάμενος. εἶχον οὖν πρὸς αὐτὸν αἱ κόραι πατρικὴν εὔνοιαν διά τε τὴν συντροφίαν καὶ τὸ μέγεθος τῆς εὐεργεσίας, ὥστε καὶ χωρισθεῖσαι μετὰ τῶν ἰδίων 25 εἰς τὴν πατρίδα τῆς ὑπερορίου χάριτος οὐκ ἐπε- λάθοντο. Ὅτι σαγηνεῖς Μεσσήνιοι κατὰ τὸν βόλον ἕτερον 2
9 τἀδελφοῦ Hertl., ἀδελφοῦ v. 17 ὡς cod. Peiresc., ὅτι v. 16*