Textus Originalis
178 DIODORI SICULI
μὲν οὐδὲν ἀνείλκυσαν, χαλκοῦν δὲ τρίποδα μόνον ἐπιγραφὴν ἔχοντα Τῷ σοφωτάτῳ. ἀναχθέντος δὲ τοῦ κατασκευάσματος δοθῆναι τῷ Βίαντι. (Cf. frag. 3.) 3 Ὅτι Βίας ἦν δεινότατος καὶ τῷ λόγῳ πρωτεύων τῶν καθ᾿ ἑαυτόν. κατεχρήσατο δὲ τῇ τοῦ λέγειν 5 δυνάμει πολλοῖς ἀνάπαλιν· οὐ γὰρ εἰς μισθαρνίαν οὐδὲ εἰς προσόδους, ἀλλ᾿ εἰς τὴν τῶν ἀδικουμένων κατετίθετο βοήθειαν. ὅπερ σπανιώτατ᾿ ἄν τις εὕροι. [Exc. de virt. et vit. p. 237 V., 552 W.] 14 Ὅτι μέγα ἐστὶν οὐ τὸ δύναμιν ὅτου δήποτε σχεῖν, 10 ἀλλὰ τὸ ταύτῃ δεόντως χρῆσθαι. ἐπεὶ τί ὄφελος Μίλωνι τῷ Κροτωνιάτῃ τὸ μέγεθος τῆς περὶ τὸ σῶμα ῥώμης; 2 Ὅτι Πολυδάμας ὁ Θετταλὸς ὑπὸ τῆς πέτρας διαρ- ραγεὶς πᾶσιν ἐποίησε φανερὸν ὡς ἐπισφαλές ἐστιν 15 ἰσχὺν μὲν μεγάλην ἔχειν, νοῦν δὲ μικρόν. [Exc. Vat. p. 20.] 15 Ὁ Πολυδάμας οὗτος ἦν ἐκ πόλεως Σκοτούσης, γυμναῖς χερσὶ μὲν λέοντας ὡς ἄρνας διαφθείρων, πτεροῖς ποσὶ δ᾿ ὑπερνικῶν ἅρματα ταχυδρόμα, 20 τῇ δὲ χειρί τι σπήλαιον ἀντήρεισε συμπῖπτον. ὁ Σικελὸς Διόδωρος γράφει τὴν ἱστορίαν. [Tzetz. Hist. 2, 555.] 16 Ὅτι τῶν Κιρραίων πολιορκουμένων πολὺν ἤδη χρόνον διὰ τὸ τὸ χρηστήριον ἐπιχειρεῖν συλᾶν, τινὲς 25 μὲν τῶν Ἑλλήνων εἰς τὰς πατρίδας ἐπανῆλθον, οἱ
8 σπανιώτατ᾿ ἄν*] ἂν σπανιώτατον ἄν v. 14 δια- ραχθεὶς Herw. 16 μὲν add. Herw. 20 πτεροῖς] πεζοῖς Tzetz. hist. 4, 511