Textus Originalis

IX 13—19. 179

δὲ ἐπερωτήσαντες τὴν Πυθίαν ἔλαβον χρησμὸν οὕτως, οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζῃ κελαδοῦν ἱερῇσιν ἐπ᾿ ἀκταῖς. 5 [Exc. Vat. p. 20.] Ἰστέον ὅτι ὁ μὲν Σόλων ἐγένετο ἐπὶ τῶν χρό- 17 νων τῶν τυράννων ἐν ταῖς Ἀθήναις πρὸ τῶν Περ- σικῶν χρόνων, ὁ δὲ Δράκων πρὸ αὐτοῦ ἑπτὰ καὶ τεσσαράκοντα ἔτεσιν, ὥς φησιν ὁ Διόδωρος. [Ul- 10 pian. ad Demosthen. Timocr. p. 243, B.] Ὅτι Περίλαος ὁ ἀνδριαντοποιὸς Φαλάριδι τῷ τυ- 18 ράννῳ κατασκευάσας βοῦς χαλκοῦς πρὸς τιμωρίαν τῶν ὁμοφύλων αὐτὸς πρῶτος ἐπειράθη τοῦ μεγέ- θους τῆς τιμωρίας· οἱ γὰρ κατὰ τῶν ἄλλων βου- 15 λευόμενοί τι φαῦλον ὡς ἐπίπαν ταῖς ἰδίαις ἐπιθυ- μίαις εἰώθασιν ἁλίσκεσθαι. [Exc. Vat. p. 20.] Ὃς Φάλαρις Περίλαον τὸν χαλκουργὸν ἐκεῖνον 19 τὸν Ἀττικὸν κατέκαυσεν ἐν ταύρῳ τῷ χαλκέῳ. οὗτος γὰρ τὸ μηχάνημα τοῦ ταύρου χαλκουργήσας 20 τοῖς μυξωτῆρσι τοῦ βοὸς ἐτέκτηνεν αὐλίσκους, ἀνέπτυξε καὶ θύραν δὲ πρὸς τῷ πλευρῷ τοῦ ταύρου· καὶ δῶρον τῷ Φαλάριδι τοῦτον τὸν ταῦρον ἄγει. Φάλαρις δὲ τὸν ἄνθρωπον ἐν δώροις δεξιοῦται, τὸ δὲ μηχάνημα θεοῖς καθιεροῦν κελεύει. 25 ὡς δ᾿ ἀναπτύξας τὸ πλευρὸν ὁ χαλκουργὸς ἐκεῖνος δόλον τὸν κακομήχανον ἐξεῖπεν ἀπανθρώπως, Εἴ τινα βούλει, Φάλαρι, κολάζειν τῶν ἀνθρώπων,

3 ἐρείψετε Mai, ἐρίθετε cod. 13 βοῦν χαλκοῦν Mai