Textus Originalis

180 DIODORI SICULI

ἔνδον τοῦ ταύρου κατειργνὺς πῦρ ὑποστρώννυ κάτω· δόξει δ᾿ ὁ ταῦρος στεναγμοῖς μυκᾶσθαι τοῖς ἐκείνου, σὺ δ᾿ ἡδονὴν τοῖς στεναγμοῖς ἕξεις αὐλοῖς μυ- κτήρων. 5 τοῦτο μαθὼν ὁ Φάλαρις καὶ μυσαχθεὶς ἐκεῖνον, Ἄγε, φησί, Περίλαε, σὺ πρῶτος δεῖξον τοῦτο, καὶ τοὺς αὐλοῦντας μίμησαι, τράνωσόν σου τὴν τέχνην. ὡς δὲ παρέδυ μιμητὴς δῆθεν τῶν αὐλημάτων, 10 κλείει τὸν ταῦρον Φάλαρις καὶ πῦρ ἐπισωρεύει. ὅπως δὲ τὸ χαλκούργημα θανὼν μὴ ἐμμιάνῃ, κατὰ πετρῶν ἐκρήμνισεν ἐξάξας ἡμιθνῆτα. γράφει περὶ τοῦ ταύρου δὲ Λουκιανὸς ὁ Σύρος, Διόδωρος καὶ Πίνδαρος, σὺν τούτοις τε μυρίοι. 15 [Tzetz. Hist. 1, 646.] 20 Ὅτι Σόλων ὁ νομοθέτης παρελθὼν εἰς τὴν ἐκ- κλησίαν παρεκάλει τοὺς Ἀθηναίους καταλύειν τὸν τύραννον πρὶν τελέως ἰσχυρὸν γενέσθαι. οὐδενὸς δὲ αὐτῷ προσέχοντος ἀναλαβὼν τὴν πανοπλίαν προ- 20 ῆλθεν εἰς τὴν ἀγορὰν γεγηρακώς, καὶ τοὺς θεοὺς ἐπιμαρτυρόμενος ἔφησε καὶ λόγῳ καὶ ἔργῳ τῇ πα- τρίδι κινδυνευούσῃ βεβοηθηκέναι τὸ κατ᾿ αὐτὸν μέρος· τῶν δὲ ὄχλων ἀγνοούντων τὴν ἐπιβολὴν Πεισιστράτου συνέβη τὸν Σόλωνα τἀληθῆ λέγοντα 25 2 παραπέμπεσθαι. λέγεται δὲ Σόλων καὶ προειπεῖν τοῖς Ἀθηναίοις τὴν ἐσομένην τυραννίδα δι᾿ ἐλε- γείων,

24 ἐπιβουλὴν v., corr. Wurm.