Textus Originalis

V 11. 12. 19

πον παρανομηθέντες τῆς μεγίστης συμφορᾶς ἔτυχον, ἐνδείᾳ τροφῆς διαφθαρέντες. Ἡμεῖς δ᾿ ἐπεὶ τὰ περὶ τὰς Αἰολίδας νήσους 12 διήλθομεν, ἐν μέρει τὰς ἐκ θατέρου μέρους νήσους 5 κειμένας ἀναγραφῆς ἀξιώσομεν. τῆς γὰρ Σικελίας ἐκ τοῦ κατὰ μεσημβρίαν μέρους νῆσοι τρεῖς πρό- κεινται πελάγιαι, καὶ τούτων ἑκάστη πόλιν ἔχει καὶ λιμένας δυναμένους τοῖς χειμαζομένοις σκάφεσι παρέχεσθαι τὴν ἀσφάλειαν. καὶ πρώτη μέν ἐστιν 2 10 ἡ προσαγορευομένη Μελίτη, τῶν Συρακουσῶν ἀπέ- χουσα σταδίους ὡς ὀκτακοσίους, καὶ λιμένας μὲν ἔχει πολλοὺς καὶ διαφόρους ταῖς εὐχρηστίαις, τοὺς δὲ κατοικοῦντας ταῖς οὐσίαις εὐδαίμονας· τεχνίτας τε γὰρ ἔχει παντοδαποὺς ταῖς ἐργασίαις, κρατίστους δὲ 15 τοὺς ὀθόνια ποιοῦντας τῇ τε λεπτότητι καὶ τῇ μα- λακότητι διαπρεπῆ, τάς τε οἰκήσεις ἀξιολόγους καὶ κατεσκευασμένας φιλοτίμως γείσσοις καὶ κονιάμασι περιττότερον. ἔστι δ᾿ ἡ νῆσος αὕτη Φοινίκων ἄποι- 3 κος, οἳ ταῖς ἐμπορίαις διατείνοντες μέχρι τοῦ κατὰ 20 τὴν δύσιν ὠκεανοῦ καταφυγὴν εἶχον ταύτην, εὐλί- μενον οὖσαν καὶ κειμένην πελαγίαν· δι᾿ ἣν αἰτίαν οἱ κατοικοῦντες αὐτὴν εὐχρηστούμενοι κατὰ πολλὰ διὰ τοὺς ἐμπόρους ταχὺ τοῖς τε βίοις ἀνέδραμον καὶ ταῖς δόξαις ηὐξήθησαν. μετὰ δὲ ταύτην τὴν 4 25 νῆσόν ἐστιν ἑτέρα τὴν μὲν προσηγορίαν ἔχουσα Γαῦλος, πελαγία δὲ καὶ λιμέσιν εὐκαίροις κεκοσμη-

4 κειμένας νήσους v. 7 πελάγιοι libri 10 συρα- κοσίων D 11 σταδίους ὡς C, σταδίους D, στάδια ὡς FG μὲν om. v. 16 οἰκίας Π καὶ om. CD 17 γείσσοις] γησοιεσι D, καὶ θεμελίοις add. C 26 Γάβδος G¹M.