Textus Originalis

IX 19. 20. 181

ἐκ νεφέλης πέλεται χιόνος μένος ἠδὲ χαλάζης, βροντὴ δ᾿ ἐκ λαμπρᾶς γίνεται ἀστεροπῆς. ἀνδρῶν δ᾿ ἐκ μεγάλων πόλις ὄλλυται, εἰς δὲ μο- νάρχου δῆμος ἀιδρείῃ δουλοσύνην ἔπεσεν. 5 λίην δ᾿ ἐξαρθέντ᾿ οὐ ῥᾴδιόν ἐστι κατασχεῖν ὕστερον, ἀλλ᾿ ἤδη χρὴ περὶ πάντα νοεῖν. καὶ μετὰ ταῦτα τυραννοῦντος ἔφη, 3 εἰ δὲ πεπόνθατε λυγρὰ δι᾿ ὑμετέραν κακότητα, μὴ θεοῖσιν ταύτην μοῖραν ἐπαμφέρετε· 10 αὐτοὶ γὰρ τούτους ηὐξήσατε ῥύματα δόντες, καὶ διὰ τοῦτο κακὴν ἔσχετε δουλοσύνην. ὑμῶν δ᾿ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει, σύμπασιν δ᾿ ὑμῖν κοῦφος ἔνεστι νόος. εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπος αἱόλον ἀνδρός, 15 εἰς ἔργον δ᾿ οὐδὲν γινόμενον βλέπετε. Ὅτι ὁ Πεισίστρατος παρεκάλει τὸν Σόλωνα τὰς 4 ἡσυχίας ἔχειν καὶ τῶν τῆς τυραννίδος ἀγαθῶν συν- απολαύειν· οὐδενὶ δὲ τρόπῳ δυνάμενος αὑτοῦ με- ταθεῖναι τὴν προαίρεσιν, ἀλλ᾿ ὁρῶν μᾶλλον ἀεὶ 20 ἐξεγειρόμενον καὶ μετὰ ἀνατάσεως ἀπειλοῦντα τι- μωρίαν ἐπιθήσειν, ἠρώτησεν αὐτὸν τίνι πεποιθὼς ἀντιπράττει ταῖς ἐπιβολαῖς αὐτοῦ. τὸν δέ φασιν εἰπεῖν τῷ γήρᾳ. [Exc. Vat. p. 21.] (Cf. frag. 4.) [Ἥρόδοτος κατὰ Ξέρξην γεγονὼς τοῖς χρόνοις 25 φησὶν Ἀσσυρίους ἔτη πεντακόσια πρότερον τῆς

1 χαλάζης] θαλάττης cod. 3 εἰς — δουλοσύνην Diod. XIX 1, 4; ἐκ — δουλοσύνης cod. 6 λείης δ᾿ ἐξέραντα ῥᾴ- διον cod., corr. Dind. 7 περὶ add. Dind. 10 μή τι θεοῖς τούτων μῆνιν Plut. Sol. 31 11 ῥύματα] ῥύσια Diog. L. 1, 51