Textus Originalis
182 DIODORI SICULI
Ἀσίας ἄρξαντας ὑπὸ Μήδων καταλυθῆναι. ἔπειτα βασιλέα μὲν μηδένα γενέσθαι τὸν ἀμφισβητήσοντα τῶν ὅλων ἐπὶ πολλὰς γενεάς, τὰς δὲ πόλεις καθ᾿ ἑαυτὰς ταττομένας διοικεῖσθαι δημοκρατικῶς· τὸ δὲ τελευταῖον πολλῶν ἐτῶν διελθόντων αἱρεθῆναι 5 βασιλέα παρὰ τοῖς Μήδοις ἄνδρα δικαιοσύνῃ διά- φορον, ὄνομα Κυαξάρην. τοῦτον δὲ πρῶτον ἐπι- χειρῆσαι προσάγεσθαι τοὺς πλησιοχώρους, καὶ τοῖς Μήδοις ἀρχηγὸν γενέσθαι τῆς τῶν ὅλων ἡγεμονίας· ἔπειτα τοὺς ἐκγόνους ἀεὶ προσκατακτωμένους πολ- 10 λὴν τῆς ὁμόρου χώρας αὐξῆσαι τὴν βασιλείαν μέχρι Ἀστυάγους τοῦ καταπολεμηθέντος ὑπὸ Κύρου καὶ Περσῶν· περὶ ὧν νῦν ἡμεῖς τὰ κεφάλαια προειρη- κότες τὰ κατὰ μέρος ὕστερον ἀκριβῶς ἀναγράψομεν, ἐπειδὰν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβάλωμεν. κατὰ 15 γὰρ τὸ δεύτερον ἔτος τῆς ἑπτακαιδεκάτης ὀλυμπιά- δος ᾑρέθη βασιλεὺς ὑπὸ Μήδων Κυαξάρης καθ᾿ Ἡρόδοτον. Diod. II 32, 2.] [Ἀστιβάρα τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβα- τάνοις γήρᾳ τελευτήσαντος τὴν ἀρχὴν Ἀσπάνδαν 20 τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυ- άγην καλούμενον· τούτου δ᾿ ὑπὸ Κύρου τοῦ Πέρ- σου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας, περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν. Diod. II 25 34, 6.] 21 Κῦρος Περσῶν ἐβασίλευσεν ᾧ ἔτει ὀλυμπιὰς ἤχθη νε΄, ὡς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου καὶ τῶν Θαλλοῦ καὶ Κάστορος ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντος ἔστιν εὑρεῖν, ἀλλὰ καὶ ἑτέρων, οἷς