Textus Originalis

IX 20—25. 183

ἐμέλησεν ὀλυμπιάδων· ἅπασι γὰρ συνεφώνησεν ὁ χρόνος. [Africanus in Euseb. praep. ev. X 10, 4.] Ὅτι Κῦρος, ὁ Καμβύσου μὲν υἱὸς καὶ Μανδάνης 22 τῆς θυγατρὸς Ἀστυάγους τοῦ Μήδων βασιλέως, ἀν- δρείᾳ καὶ συνέσει καὶ ταῖς ἄλλαις ἀρεταῖς ἐπρώτευε 5 τῶν καθ᾿ αὑτόν· βασιλικῶς γὰρ αὐτὸν ὁ πατὴρ ἦγε παιδεύων, ζῆλον ἐμποιῶν τῶν κρατίστων. καὶ ἔκ- δηλος ἦν ἁδρῶν ἁψόμενος πραγμάτων διὰ τὸ τὴν ἀρετὴν προφαίνειν ὑπὲρ τὴν ἡλικίαν. Ὅτι Ἀστυάγης ὁ τῶν Μήδων βασιλεὺς ἡττηθεὶς 23 10 καὶ φυγὼν αἰσχρῶς δι᾿ ὀργῆς εἶχε τοὺς στρατιώτας· καὶ τοὺς μὲν ἐφ᾿ ἡγεμονιῶν τεταγμένους ἅπαντας ἀπαλλάξας, ἑτέρους ἀντ᾿ ἐκείνων κατέστησε, τοὺς δὲ τῆς φυγῆς αἰτίους ἅπαντας ἐπιλέξας ἀπέσφαξε, νομίζων τῇ τούτων τιμωρίᾳ τοὺς ἄλλους ἀναγκά- 15 σειν ἄνδρας ἀγαθοὺς ἐν τοῖς κινδύνοις γενέσθαι· ὠμὸς γὰρ ἦν καὶ φύσει ἀπηνής. οὐ μὴν τὰ πλήθη κατεπλάγη αὐτοῦ τὴν βαρύτητα, ἀλλ᾿ ἕκαστος μισή- σας τὸ βίαιον καὶ παράνομον τῆς πράξεως μεταβολῆς ὠρέγετο. διὸ καὶ κατὰ λόχους ἐγίνοντο συνδρομαὶ 20 καὶ λόγοι ταραχώδεις, παρακαλούντων ἀλλήλους τῶν πλείστων πρὸς τὴν κατὰ τούτου τιμωρίαν. Ὅτι Κῦρος, ὥς φασιν, οὐ μόνον ἦν κατὰ τὸν 24 πόλεμον ἀνδρεῖος, ἀλλὰ καὶ πρὸς τοὺς ὑποτεταγμέ- νους εὐγνώμων καὶ φιλάνθρωπος. διόπερ αὐτὸν 25 οἱ Πέρσαι προσηγόρευσαν πατέρα. [Exc. de virt. et vit. p. 238 V., 553 W.] Ὅτι Κροῖσος ναυπηγῶν πλοῖα μακρά, φασίν, 25

20 λόχους Valesius, λόγους v.; κατ᾿ ὀλίγους Dind. 22 τούτου Reiske, τούτων v.