Textus Originalis

184 DIODORI SICULI

ἔμελλε στρατεύειν ἐπὶ τὰς νήσους. παρεπιδημοῦντα δὲ Βίαντα [παρὰ τὰς νήσους] καὶ θεωροῦντα τὴν ναυπηγίαν, ὑπὸ τοῦ βασιλέως ἐρωτηθῆναι μή τι νεώτερον ἀκηκοὼς εἴη παρὰ τοῖς Ἕλλησι γινόμενον. τοῦ δὲ εἰπόντος ὅτι πάντες οἱ νησιῶται συνάγουσιν 5 ἵππους, διανοούμενοι στρατεύειν ἐπὶ Λυδούς, λέγε- ται τὸν Κροῖσον εἰπεῖν, Εἴθε γάρ τις πείσειε νη- 2 σιώτας σὺν ἵπποις παρατάξασθαι Λυδοῖς. ὁ δὲ [Πιττακὸς ἢ] Βίας ὑπολαβών φησιν, Εἶτα Λυδοὺς μὲν ἤπειρον οἰκοῦντας σπεύδειν ἀποφαίνῃ λαβεῖν 10 ἐπὶ γῆς νησιώτας ἄνδρας, τοὺς δὲ νῆσον οἰκοῦντας οὐκ οἴει θεοῖς εὔξασθαι λαβεῖν ἐν θαλάττῃ Λυδούς, ἵν᾿ ὑπὲρ τῶν κατὰ τὴν ἤπειρον τοῖς Ἕλλησι συμ- βάντων κακῶν κατὰ πέλαγος ἀμύνωνται τὸν τοὺς συγγενεῖς καταδεδουλωμένον; ὁ δὲ Κροῖσος θαυ- 15 μάσας τὸν λόγον παραχρῆμα μετενόησε καὶ τῆς ναυπηγίας ἀπέστη· τῶν γὰρ Λυδῶν ἱππεύειν εἰδό- των ἐνόμιζε προτερεῖν αὐτοὺς πεζῇ. 26 Ὅτι ὁ Κροῖσος μετεπέμπετο ἐκ τῆς Ἑλλάδος τοὺς ἐπὶ σοφίᾳ πρωτεύοντας, ἐπιδεικνύμενος τὸ μέγεθος 20 τῆς εὐδαιμονίας, καὶ τοὺς ἐξυμνοῦντας τὴν εὐτυ- χίαν αὐτοῦ ἐτίμα μεγάλαις δωρεαῖς. μετεπέμψατο δὲ καὶ Σόλωνα, ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν ἐπὶ φιλοσοφίᾳ μεγίστην δόξαν ἐχόντων, τὴν ἰδίαν εὐ- δαιμονίαν διὰ τῆς τούτων τῶν ἀνδρῶν μαρτυρίας 25 2 ἐπισφραγίζεσθαι βουλόμενος. παρεγενήθη δὲ πρὸς

2 παρὰ τὰς νήσους del. Dind., ἢ Πιττακὸν Klüber; f. τὸν Πριηνέα 9 Πιττακὸς ἢ del. Herw.; at cf. Herod. I 27 12 εὔξεσθαι Herw. 15 τῶν . . καταδεδουλωμένων v., corr. Dind. 17 τῶν γὰρ — πεζῇ dele aut pone post Λυδοῖς (v. 8) 19 τοὺς ἐκ τῆς Ἑλλάδος v., corr. Dind.