Textus Originalis

IX 25. 26. 185

αὐτὸν Ἀνάχαρσις ὁ Σκύθης καὶ Βίας καὶ Σόλων καὶ Πιττακός, οὓς ἐπὶ τὰς ἑστιάσεις καὶ τὸ συνέ- δριον εἶχεν ἐν μεγίστῃ τιμῇ, τόν τε πλοῦτον αὐτοῖς ἐπιδεικνύμενος καὶ τὸ μέγεθος τῆς τούτου δυνα- στείας. παρὰ δὲ τοῖς πεπαιδευμένοις τῆς βραχυλο- 3 γίας τότε ζηλουμένης, ὁ [δὲ] Κροῖσος ἐπιδειξάμενος τὴν τῆς βασιλείας εὐδαιμονίαν τοῖς ἀνδράσι καὶ τὸ πλῆθος τῶν κεχειρωμένων ἐθνῶν, ἠρώτησεν Ἀνά- χαρσιν, ὄντα πρεσβύτερον τῶν σοφιστῶν, τίνα νο- μίζει τῶν ὄντων ἀνδρειότατον. ὁ δὲ τὰ ἀγριώτατα 10 τῶν ζῴων ἔφησε· μόνα γὰρ προθύμως ἀποθνήσκειν ὑπὲρ τῆς ἐλευθερίας. ὁ δὲ Κροῖσος νομίσας ἡμαρ- 4 τηκέναι αὐτόν, ἐν τῷ δευτέρῳ πρὸς χάριν αὐτῷ ποι- ήσεσθαι τὴν ἀπόκρισιν ὑπολαβὼν ἠρώτησε, τίνα δικαιότατον κρίνει τῶν ὄντων. ὁ δὲ πάλιν ἀπε- 15 φαίνετο τὰ ἀγριώτατα τῶν θηρίων· μόνα γὰρ κατὰ φύσιν ζῆν, οὐ κατὰ νόμους· εἶναι γὰρ τὴν μὲν φύσιν θεοῦ ποίησιν, τὸν δὲ νόμον ἀνθρώπου θέσιν, καὶ δικαιότερον εἶναι χρῆσθαι τοῖς τοῦ θεοῦ ἢ τοῖς τῶν ἀνθρώπων εὑρήμασιν. ὁ δὲ διασῦραι βουλό- 5 20 μενος Ἀνάχαρσιν ἠρώτησεν εἰ καὶ σοφώτατα τὰ θηρία. ὁ δὲ συγκαταθέμενος ἐδίδασκεν, ὅτι τὴν τῆς φύσεως ἀλήθειαν τῆς τοῦ νόμου θέσεως προτιμᾶν ἰδιώτατον ὑπάρχειν σοφίας. ὁ δὲ τούτου κατεγέλα- σεν ὡς ἐκ τῆς Σκυθίας καὶ θηριώδους διαγωγῆς 25 πεποιημένου τὰς ἀποκρίσεις.

2 καὶ τὸ*] κατὰ cod.; καλῶν add. Wurm 3 εἶχεν] ἦγεν Herw. 4 τούτου (pro ἑαυτοῦ) del. Herw., τῶν Λυδῶν Wurm 6 δὲ del. Dind. 9 τὸν πρεσβύτατον Herw. 13 ποιήσασθαι cod., corr. Mai 15 δικαιότερον cod. 23 θέσεως Dind., φύσεως cod.