Textus Originalis

186 DIODORI SICULI

27 Ἠρώτησε δὲ τὸν Σόλωνα τίνα τῶν ὄντων εὐ- δαιμονέστατον ἑώρακεν, ὡς τοῦτό γε πάντως ἀπο- δοθησόμενον ἑαυτῷ. τοῦ δὲ εἰπόντος ὡς οὐδένα δικαίως ἂν εἰπεῖν ἔχοι διὰ τὸ μηδενὸς τῶν ὄντων ἑωρακέναι τὸ τέλος τοῦ βίου, οὗ χωρὶς οὐδεὶς ἂν 5 προσηκόντως μακάριος νομίζοιτο· πολλάκις γὰρ οἱ τὸν ἔμπροσθεν πάντα βίον εὐδαίμονες δόξαντες εἶ- ναι πρὸς αὐτῇ τῇ τοῦ βίου καταστροφῇ μεγίσταις 2 περιέπεσον συμφοραῖς. ὁ δὲ βασιλεύς, Οὐδὲ πλου- σιώτατον ἄρα με κρίνεις; ἔφη. καὶ ὁ Σόλων τὴν 10 αὐτὴν ἀπόκρισιν ποιησάμενος ἐδίδασκεν ὡς οὐ τοὺς πλεῖστα κεκτημένους, ἀλλὰ τοὺς πλείστου ἀξίαν τὴν φρόνησιν ἡγουμένους νομιστέον πλουσιωτάτους· ἡ δὲ φρόνησις οὐδενὶ τῶν ἄλλων ἀντίρροπος οὖσα μόνους ποιεῖ τοὺς αὐτὴν περὶ πολλοῦ ποιουμένους 15 3 μέγιστον καὶ βεβαιότατον ἔχειν πλοῦτον. ἠρώτησε καὶ τὸν Βίαντα, πότερον ὀρθῶς ἐποιήσατο τὴν ἀπό- κρισιν ὁ Σόλων ἢ διήμαρτεν. ὁ δὲ ὑπειπών, Ὀρ- θῶς, ἔφη· τὰ γὰρ ἐν σοι βούλεται θεωρήσας ἀγαθὰ διαγνῶναι, νυνὶ δὲ τὰ παρὰ σοι μόνον ἑώρακεν· 20 εἶναι δὲ δι᾿ ἐκεῖνα μᾶλλον ἢ ταῦτα τοὺς ἀνθρώπους εὐδαίμονας. ὁ δὲ βασιλεύς, Ἀλλ᾿ εἰ τὸν τῶν χρη- μάτων, ἔφησε, πλοῦτον μὴ προτιμᾷς, τό γε πλῆθος τῶν φίλων ὁρᾷς τοσοῦτον ὑπάρχον ὅσον οὐδενὶ τῶν ἄλλων. ὁ δὲ καὶ τούτου ἀπεφήνατο τὸν ἀριθμὸν ἄδηλον 25 4 εἶναι διὰ τὴν εὐτυχίαν. πρὸς δὲ Πιττακὸν εἰπεῖν φασι, Ποίαν ἑώρακας ἀρχὴν κρατίστην; τὸν δὲ ἀποκριθῆναι, Τὴν τοῦ ποικίλου ξύλου, διασημαίνοντα τοὺς νόμους.

2 τούτῳ cod. 20 σοι Dind., σοῦ v. 22 εἰ τὸν Mai, ἧττον cod.