Textus Originalis
IX 27—30. 187
Ὅτι Αἴσωπος κατὰ τοὺς αὐτοὺς χρόνους συν- 28 ήκμαζε τοῖς ἑπτὰ σοφοῖς καὶ εἶπεν ὡς οὐκ οἴδασιν οὗτοι ὁμιλεῖν δυνάστῃ· καὶ γὰρ ὡς ἥκιστα δεῖν ἢ ὡς ἥδιστα συμβιοῦν τοῖς τοιούτοις. [Exc. Vat. p. 22—24.] 5 Ὅτι Ἄδραστός τις Φρὺξ τὸν τοῦ βασιλέως Κροίσου 29 τοῦ Λυδοῦ υἱὸν Ἄτυν καλούμενον πρὸς κυνηγίαν ἀκουσίως, ἐξακοντίσας κατὰ συός, πλήξας ἀπέ- κτεινε. καὶ ὁ μὲν καὶ ἀκουσίως ἀνῃρηκὼς οὐκ ἔφη- σεν ἑαυτὸν ἔτι ζῆν ἄξιον εἶναι· διὸ καὶ παρεκάλει 10 τὸν βασιλέα μὴ φείσασθαι, τὴν ταχίστην δὲ ἐπικα- τασφάξαι τῷ τοῦ τετελευτηκότος τάφῳ. ὁ δὲ Κροῖ- 2 σος τὴν μὲν ἀρχὴν ὡς ἂν ἐπὶ φόνῳ τέκνου δι᾿ ὀργῆς εἶχε τὸν Ἄδραστον, ἀπειλῶν ζῶντα κατακαύ- σειν· ἐπεὶ δὲ αὐτὸν ἑώρα προθυμούμενον καὶ εἰς 15 τὴν τοῦ τετελευτηκότος τιμὴν τὸ ζῆν ἐπιδιδόντα, τὸ τηνικαῦτα λήξας τῆς ὀργῆς ἀπέλυσε τῆς τιμωρίας τὸν ἀνελόντα, τὴν ἰδίαν τύχην, ἀλλ᾿ οὐ τὴν ἐκεί- νου προαίρεσιν αἰτιώμενος. ὁ δὲ Ἄδραστος οὐδὲν ἧττον κατ᾿ ἰδίαν ἐπὶ τὸν Ἄτυος τάφον πορευθεὶς 20 ἑαυτὸν κατέσφαξεν. [Exc. de virt. et vit. p. 238 V., 553 W.] Ὅτι ὁ Φάλαρις ἰδὼν περιστερῶν πλῆθος ὑφ᾿ 30 ἑνὸς ἱέρακος διωκόμενον ἔφη, Ὁρᾶτε, ὦ ἄνδρες, τοσοῦτο πλῆθος ὑφ᾿ ἑνὸς διωκόμενον διὰ δειλίαν; 25 ἐπείτοι γε εἰ τολμήσειαν ἐπιστρέψαι, ῥᾳδίως τοῦ διώκοντος ἂν περιγένοιντο. (αὐτὸς δὲ πεπλασμένως
1 κατὰ .. χρόνους aut συν del. Herw. 7 Ἄτυν καλού- μενον post verbum συός cod. 11 ἐπικατασφάξειν cod. Peiresc., ἐπικατασφάττειν v. (cf. Herod. I 45) 27 αὐτὸς