Textus Originalis
188 DIODORI SICULI
ἔλεγεν· τὴν μὲν γὰρ νίκην ἀρετῇ καὶ οὐ πολυπλη- θίᾳ χειρῶν περιγίνεσθαι). καὶ ἐκ τούτου τοῦ λό- γου ἀπέβαλε τὴν δυναστείαν, ὡς γέγραπται ἐν τῷ περὶ διαδοχῆς βασιλέων. ἒ 31 Ὅτι Κροῖσος ἐπὶ Κῦρον τὸν Πέρσην ἐκστρατεύων 5 ἐπύθετο τοῦ μαντείου. ὁ δὲ χρησμός, Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. ὁ δὲ τὸ ἀμφίβολον τοῦ χρησμοῦ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ἐκδεξάμενος ἐδυστύχησεν. 2 Ὅτι πάλιν ἐπηρώτησεν, εἰ πολὺν χρόνον ἕξει τὴν 10 δυναστείαν. εἶπε δὲ τὰ ἔπη ταῦτα, ἀλλ᾿ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται, καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρ᾿ Ἕρμον φεύγειν μηδὲ μένειν μηδ᾿ αἰδεῖσθαι κακὸς εἶναι. Ὅτι ἡμίονον τὸν Κῦρον ἔφη διὰ τὸ τὴν μη- 15 τέρα αὐτοῦ Μηδικὴν εἶναι, τὸν δὲ πατέρα [αὐτοῦ] Πέρσην. 3 Ὅτι Κῦρος ὁ τῶν Περσῶν βασιλεὺς παραγενη- θεὶς μετὰ πάσης δυνάμεως εἰς τὰ τῆς Καππαδοκίας στενά, ἀπέστειλε κήρυκας πρὸς τὸν Κροῖσον τήν τε 20 δυναστείαν αὐτοῦ κατασκεψομένους καὶ δηλώσοντας ὅτι Κῦρος αὐτὸν ἀφίησι τῶν πρότερον ἁμαρτημά- των καὶ Λυδίας καθίστησι σατράπην, ἂν ἐπὶ θύ- ρας γενόμενος ὁμοίως τοῖς ἄλλοις ὁμολογῇ δοῦλος εἶναι. πρὸς οὓς ὁ Κροῖσος ἀπεκρίθη, διότι προση- 25 κόντως ἂν Κῦρος καὶ Πέρσαι Κροίσῳ δουλεύειν
δὲ — περιγίνεσθαι in codice post verba τοῖς τοιούτοις (frag. 28, p. 187, 4) posita sunt, quem errorem em. Herw. 3 ἀπεβάλετο cod., corr. Dind. 16 αὐτοῦ del. Herw.