Textus Originalis
IX 30—33. 189
ὑπομένοιεν· ἐκείνους μὲν γὰρ τὸν ἔμπροσθεν χρό- νον διατετελεκέναι Μήδοις δουλεύοντας, αὐτὸν δὲ οὐδέποτε πεποιηκέναι τὸ προσταττόμενον ὑφ᾿ ἑτέρου. [Exc. Vat. p. 25.] Ὅτι Κροῖσος ὁ τῶν Λυδῶν βασιλεὺς προσποιη- 32 σάμενος εἰς Δελφοὺς πέμπειν, ἔπεμπεν εἰς Πελο- πόννησον Εὐρύβατον τὸν Ἐφέσιον, δοὺς αὐτῷ χρυ- σίον, ὅπως ὡς πλείστους ξενολογήσῃ τῶν Ἑλλήνων. ὁ δὲ πεμφθεὶς πρὸς Κῦρον τὸν Πέρσην ἀποχωρή- σας τὰ κατὰ μέρος ἐδήλωσε. διὸ καὶ παρὰ τοῖς 10 Ἕλλησιν ἐπισήμου γενομένης τῆς περὶ τὸν Εὐρύ- βατον πονηρίας, μέχρι τοῦ νῦν, ὅταν τις ὀνειδίσαι τινὶ βούληται μοχθηρίαν, Εὐρύβατον ἀποκαλεῖ. [Exc. de virt. et vit. p. 241 V., 553 W.] Ὅτι οἱ πονηροὶ κἂν αὐτίκα παρὰ τῶν ἀδικηθέν- 33 των τὴν τιμωρίαν ἐκκλίνωσιν, ἥ γε βλασφημία δι᾿ αἰῶνος τηρουμένη καὶ τελευτήσαντας αὐτοὺς κατὰ τὸ δυνατὸν μετέρχεται. Ὅτι φασὶ τὸν Κροῖσον πρὸ τοῦ πρὸς Κῦρον πο- 2 λέμου πέμψαι θεωροὺς εἰς Δελφοὺς ἐπερωτήσοντας, 20 πῶς ἂν ὁ υἱὸς αὐτοῦ δύναιτο φωνὴν προέσθαι. τὴν δὲ Πυθίαν εἰπεῖν, Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε, μὴ βούλου πολύευκτον ἰὰν κατὰ δώματ᾿ ἀκούειν παιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶς 25 ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ. Ὅτι δεῖ τὴν εὐτυχίαν μετρίως φέρειν καὶ μὴ πε- 3 ποιθέναι ταῖς ἀνθρωπίναις εὐπραξίαις ἐν μικρᾷ ῥοπῇ μεγάλας μεταβολὰς λαμβανούσαις.
1 ὑπομένοιεν] ἐκεῖναι μὲν γὰρ τὸν ἔμπροσθεν χρό- νον διατετελεκέναι Μήδοις δουλεύοντας cod. 6 λείης δ᾿ ἐξέραντα ῥᾴ- διον cod., corr. Dind. 7 περὶ add. Dind. 10 μή τι θεοῖς τούτων μῆνιν Plut. Sol. 31 11 ῥύματα] ῥύσια Diog. L. 1, 51