Textus Originalis

190 DIODORI SICULI

4 Ὅτι μετὰ τὸ γενέσθαι αἰχμάλωτον Κροῖσον καὶ τὴν πυρὰν σβεσθῆναι, ἰδὼν τὴν πόλιν διαρπαζο- μένην καὶ πρὸς τοῖς ἄλλοις πολὺν ἄργυρόν τε καὶ χρυσὸν διαφορούμενον, ἐπηρώτησε τὸν Κῦρον, τί ποιοῦσιν οἱ στρατιῶται. τοῦ δὲ μετὰ γέλωτος ἀπο- 5 κριθέντος [ὡς] Τὰ σὰ χρήματα διαρπάζουσι, Μὰ Δία μὲν οὖν, εἶπεν, ἀλλὰ τὰ σά· Κροίσου γὰρ ἴδιον οὐκέτι οὐθὲν ὑπάρχει. ὁ δὲ Κῦρος θαυμάσας τὸν λόγον εὐθὺς μετενόησε καὶ τοὺς στρατιώτας ἀνείρ- ξας τῆς διαρπαγῆς εἰς τὸ βασιλικὸν ἀνέλαβε τὰς 10 τῶν Σαρδιανῶν κτήσεις. [Exc. Vat. p. 26.] 34 Ὅτι Κῦρος εὐσεβῆ νομίσας εἶναι τὸν Κροῖσον διὰ τὸ καταρραγῆναι ὄμβρον καὶ σβέσαι τὴν φλόγα, καὶ διὰ μνήμης ἔχων τὴν Σόλωνος ἀπόκρισιν, μεθ᾿ ἑαυτοῦ περιήγετο τὸν Κροῖσον ἐντίμως. μετέδωκε δὲ 15 αὐτῷ καὶ τοῦ συνεδρίου, διαλαμβάνων ὑπάρχειν συνετόν, ὡς ἂν πολλοῖς καὶ πεπαιδευμένοις καὶ σοφοῖς ἀνδράσι συμβεβιωκότα. [Exc. de virt. et vit. p. 241 V., 553 W.] (Cf. frag. 2, 4.) 35 Ὅτι Ἅρπαγος κατασταθεὶς ὑπὸ Κύρου τοῦ Πέρ- 20 σου ἐπὶ τῆς θαλάττης στρατηγός, καὶ τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων πρὸς Κῦρον διαπρεσβευομένων συν- θέσθαι φιλίαν, εἶπε πρὸς αὐτοὺς ὅτι παραπλήσιόν 2 τι ποιοῦσι τῶν πρότερον ἑαυτῷ συμβάντων. καὶ γάρ ποτε γῆμαι βουλόμενον αἰτεῖσθαι παρὰ τοῦ 25 πατρὸς τὴν κόρην· τὸν δὲ τὸ μὲν πρῶτον οὐκ ἄξιον κρίναντα τοῦ γάμου δυνατωτέρῳ κατεγγυῆσαι, μετὰ

4 ἐπηρωτῆσαι v., corr. Dind. 6 ὡς del. Wurm 7 εἶπεν Wurm, εἰπεῖν v. Κροίσῳ Herw. 15 περιῆγε v., corr. Herw. 23 εἶπε Wurm, εἰπεῖν v. 27 τοῦ] αὐτὸν τοῦ Herw.