Textus Originalis

20 DIODORI SICULI

μένη, Φοινίκων ἄποικος. ἑξῆς δ᾿ ἐστὶ Κέρκινα, πρὸς τὴν Λιβύην νενευκυῖα, πόλιν ἔχουσα σύμμε- τρον καὶ λιμένας εὐχρηστοτάτους, οὐ μόνον ταῖς ἐμπόροις, ἀλλὰ καὶ ταῖς μακραῖς ναυσὶν εὐθετοῦν- 340 τας. ἐπεὶ δὲ περὶ τῶν κατὰ τὴν μεσημβρίαν νήσων 5 εἰρήκαμεν, ἐπάνιμεν πάλιν ἐπὶ τὰς ἑξῆς τῇ Λιπάρᾳ νήσους τὰς κειμένας κατὰ τὸ Τυρρηνικὸν καλού- μενον πέλαγος. 13 Τῆς γὰρ Τυρρηνίας κατὰ τὴν ὀνομαζομένην πό- λιν Ποπλώνιον νῆσός ἐστιν, ἣν ὀνομάζουσιν Αἰθά- 10 λειαν. αὕτη δὲ τῆς παραλίας ἀπέχουσα σταδίους ὡς ἑκατὸν τὴν μὲν προσηγορίαν εἴληφεν ἀπὸ τοῦ πλήθους τοῦ κατ᾿ αὐτὴν αἰθάλου. πέτραν γὰρ ἔχει πολλὴν σιδηρῖτιν, ἣν τέμνουσιν ἐπὶ τὴν χωνείαν καὶ κατασκευὴν τοῦ σιδήρου, πολλὴν ἔχοντες τοῦ 15 μετάλλου δαψίλειαν. οἱ γὰρ ταῖς ἐργασίαις προσ- εδρεύοντες κόπτουσι τὴν πέτραν καὶ τοὺς τμηθέν- τας λίθους κάουσιν ἔν τισι φιλοτέχνοις καμίνοις· ἐν δὲ ταύταις τῷ πλήθει τοῦ πυρὸς τήκοντες τοὺς λίθους καταμερίζουσιν εἰς μεγέθη σύμμετρα, παρα- 20 2 πλήσια ταῖς ἰδέαις μεγάλοις σπόγγοις. ταῦτα συν- αγοράζοντες ἔμποροι καὶ μεταβαλλόμενοι κομίζουσιν εἴς τε Δικαιάρχειαν καὶ εἰς τἄλλα ἐμπόρια. ταῦτα δὲ τὰ φορτία τινὲς ὠνούμενοι καὶ τεχνιτῶν χαλ- κέων πλῆθος ἀθροίζοντες κατεργάζονται, καὶ ποι- 25 οῦσι σιδήρου πλάσματα παντοδαπά. τούτων δὲ τὰ

1 Κερκίνη DG 3 ταῖς AB, τοῖς cet. 6 Λιπάρᾳ] παραλίᾳ Wurm 10 Αἰθαλίαν v. 11 παραλίας Wess., Λιπάράς ADFG, Λιπάρας παραλίας cet. 14 σιδηρίτην D ἐπὶ] εἰς Π 15 ἔχοντος v. 18 καμινίοις D 21 ταύ- τας οὖν ἀγοράζοντες ABDᵇ 23 Δικαιαρχίαν cod.