Textus Originalis
200 DIODORI SICULI
μάτων ἢ τίς λόγου δεινότης, δι᾿ ἧς ἐνειργάζοντο τὴν τοιαύτην διάθεσιν τοῖς ἀφικνουμένοις εἰς τὴν τοῦ 3 βίου κοινωνίαν; ταῦτα γὰρ πολλοὶ μὲν ἐπιθυμή- σαντες γνῶναι τῶν ἔξωθεν ἐπεβάλοντο πολυπραγ- μονεῖν, οὐδέποτε δὲ οὐδεὶς μαθεῖν ἠδυνήθη. αἴτιον 5 δὲ τοῦ διατηρεῖσθαι τὰς ὑπὲρ τούτων ὑποθήκας τὸ τοὺς Πυθαγορείους ὑπόστασιν ἔχειν μηδὲν τοιοῦτο ποιεῖν ἔγγραφον, ἀλλὰ διὰ μνήμης ἔχειν τὰ παραγ- γελλόμενα. 9 Ὅτι ὁ Πυθαγόρας πρὸς τοῖς ἄλλοις παρήγγελλε 10 τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμέ- νους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν καὶ πρὸς τέ- λος ἄγειν ὑπὲρ ὧν ἄν τις ὀμόσῃ πραγμάτων, οὐχ ὁμοίαν ἀπόφασιν ποιούμενος Λυσάνδρῳ τε τῷ Λά- κωνι καὶ Δημάδῃ τῷ Ἀθηναίῳ, ὧν ὁ μὲν ἀπεφαίνετο 15 τοὺς μὲν παῖδας δεῖν ἐξαπατᾶν τοῖς ἀστραγάλοις, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις, ὁ δὲ διαβεβαιούμενος ὅτι δεῖ τὸ λυσιτελέστατον ὥσπερ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῶν ὅρκων αἱρεῖσθαι· ὁρᾶν δὲ τὸν ἐπιορκήσαντα παραχρῆμα ταῦτ᾿ ἔχοντα περὶ ὧν 20 ὤμοσε, τὸν δ᾿ εὐορκήσαντα φανερῶς τὸ ἴδιον ἀπολ- λύντα. τούτων γὰρ ἑκάτερος οὐ καθάπερ Πυθα- γόρας ὑπεστήσατο τὸν ὅρκον εἶναι πίστεως ἐνέχυρον βέβαιον, ἀλλ᾿ αἰσχροκερδείας καὶ ἀπάτης δέλεαρ. [Exc. Vat. p. 29—31.] 25 2 Ὅτι Πυθαγόρας παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν.
18 λυσιτελέστερον (cod.?) Herw. 21 δ᾿ εὐορκήσαντα Wurm, δὲ ὁρκίζοντα v.