Textus Originalis
V 12. 13. 21
μὲν εἰς ὅπλων τύπους χαλκεύουσι, τὰ δὲ πρὸς δι- κελλῶν καὶ δρεπάνων καὶ τῶν ἄλλων ἐργαλείων εὐθέτους τύπους φιλοτεχνοῦσιν· ὧν κομιζομένων ὑπὸ τῶν ἐμπόρων εἰς πάντα τόπον πολλὰ μέρη 5 τῆς οἰκουμένης μεταλαμβάνει τῆς ἐκ τούτων εὐ- χρηστίας. Μετὰ δὲ τὴν Αἰθάλειαν νῆσός ἐστιν ἀπέχουσα 3 μὲν ταύτης ὡς τριακοσίους σταδίους, ὀνομάζεται δὲ ὑπὸ μὲν τῶν Ἑλλήνων Κύρνος, ὑπὸ δὲ τῶν ῾Ρωμαίων 10 καὶ τῶν ἐγχωρίων Κόρσικα. αὕτη δ᾿ ἡ νῆσος εὐ- προσόρμιστος οὖσα κάλλιστον ἔχει λιμένα τὸν ὀνο- μαζόμενον Συρακόσιον. ὑπάρχουσι δ᾿ ἐν αὐτῇ καὶ πόλεις ἀξιόλογοι δύο, καὶ τούτων ἡ μὲν Κάλαρις, ἡ δὲ Νίκαια προσαγορεύεται. τούτων δὲ τὴν μὲν 4 15 Κάλαριν Φωκαεῖς ἔκτισαν, καὶ χρόνον τινὰ κατοι- κήσαντες ὑπὸ Τυρρηνῶν ἐξεβλήθησαν ἐκ τῆς νήσου. τὴν δὲ Νίκαιαν ἔκτισαν Τυρρηνοὶ θαλαττοκρατοῦν- τες καὶ τὰς κατὰ τὴν Τυρρηνίαν κειμένας νήσους 341 ἰδιοποιούμενοι. ἐπὶ δέ τινας χρόνους τῶν ἐν τῇ 20 Κύρνῳ πόλεων κυριεύοντες ἐλάμβανον παρὰ τῶν ἐγχωρίων φόρους ῥητίνην καὶ κηρὸν καὶ μέλι, φυο- μένων τούτων δαψιλῶν ἐν τῇ νήσῳ. τὰ δ᾿ ἀνδρά- 5 ποδα τὰ Κύρνια διαφέρειν δοκεῖ τῶν ἄλλων δού- λων εἰς τὰς κατὰ τὸν βίον χρείας, φυσικῆς ταύτης 25 τῆς ἰδιότητος παρακολουθούσης. ἡ δ᾿ ὅλη νῆσος εὐμεγέθης οὖσα πολλὴν τῆς χώρας ὀρεινὴν ἔχει,
1 ὅπλων Bezzel, ὀρνέων codices, τόρνων Wurm, ὄγκων Madvig; cf. etiam c. 22, 2 χαλκεύουσιν, ἃ II 9 δὲ τῶν] δὲ v. 10 εὐπροσόρμητος D 15 φωκεῖς DF 22 δα- ψιλῶς Rhod. 23 τὰ om. C