Textus Originalis

X 8. 9. 201

Ὅτι ὁ αὐτὸς Πυθαγόρας καὶ περὶ τῶν ἀφροδισίων 3 ἐκλογιζόμενος τὸ συμφέρον παρήγγελλε κατὰ μὲν τὸ θέρος μὴ πλησιάζειν γυναιξί, κατὰ δὲ τὸν χειμῶνα προσιέναι τεταμιευμένως. καθόλου γὰρ τὸ γένος 5 τῶν ἀφροδισίων ὑπελάμβανεν εἶναι βλαβερόν, τὴν δὲ συνέχειαν αὐτῶν τελέως ἀσθενείας καὶ ὀλέθρου ποι- ητικὴν ἐνόμιζε. [Exc. virt. et vit. p. 246 V., 555 W.] Ὅτι Πυθαγόραν φασὶν ὑπό τινος ἐρωτηθέντα 4 πότε χρηστέον ἀφροδισίοις εἰπεῖν, Ὅταν ἑαυτοῦ θέ- 10 λῃς ἥττων γενέσθαι. Ὅτι οἱ Πυθαγόρειοι διῄρουν καὶ τὰς ἡλικίας 5 τῶν ἀνθρώπων εἰς τέσσαρα μέρη, παιδός, νέου, νεανίσκου, γέροντος, καὶ τούτων ἑκάστην ἔφασαν ὁμοίαν εἶναι ταῖς κατὰ τὸν ἐνιαυτὸν τῶν ὡρῶν μέ- 15 ταβολαῖς, τὸ μὲν ἔαρ τῷ παιδὶ διδόντες, τὸ δὲ φθι- νόπωρον τῷ ἀνδρί, τὸν δὲ χειμῶνα τῷ γέροντι, τὸ δὲ θέρος τῷ νέῳ. [Exc. Vat. p. 32.] Ὅτι ὁ αὐτὸς Πυθαγόρας παρήγγελλε πρὸς τοὺς 6 θεοὺς προσιέναι τοὺς θύοντας μὴ πολυτελεῖς, ἀλλὰ 20 λαμπρὰς καὶ καθαρὰς ἔχοντας ἐσθῆτας, ὁμοίως δὲ μὴ μόνον τὸ σῶμα καθαρὸν παρεχομένους πάσης ἀδίκου πράξεως, ἀλλὰ καὶ τὴν ψυχὴν ἁγνεύουσαν. [Exc. de virt. et vit. p. 246 V., 555 W.] Ὅτι ὁ αὐτὸς ἀπεφαίνετο τοῖς θεοῖς εὔχεσθαι δεῖν 7 25 τὰ ἀγαθὰ τοὺς φρονίμους ὑπὲρ τῶν ἀφρόνων· τοὺς γὰρ ἀσυνέτους ἀγνοεῖν, τί ποτέ ἐστιν ἐν τῷ βίῳ κατὰ ἀλήθειαν ἀγαθόν. Ὅτι ὁ αὐτὸς ἔφασκε δεῖν ἐν ταῖς εὐχαῖς ἁπλῶς 8

13 νεανίσκου] ἀνδρός Herw. 16 τὸν δὲ add. Herw.