Textus Originalis
202 DIODORI SICULI
εὔχεσθαι τἀγαθά, καὶ μὴ κατὰ μέρος ὀνομάζειν, οἷον ἐξουσίαν, κάλλος, πλοῦτον, τἄλλα τὰ τούτοις ὅμοια· πολλάκις γὰρ τούτων ἕκαστον τοὺς κατ᾿ ἐπι- θυμίαν αὐτῶν τυχόντας τοῖς ὅλοις ἀνατρέπειν. καὶ τοῦτο γνοίη ἄν τις ἐπιστήσας τοῖς ἐν ταῖς Εὐριπί- 5 δου Φοινίσσαις στίχοις, ἐν οἷς οἱ περὶ τὸν Πολυ- νείκην εὔχονται τοῖς θεοῖς, ὧν ἡ ἀρχὴ βλέψας ἐς Ἄργος, ἕως εἰς στέρν᾿ ἀδελφοῦ τῆσδ᾿ ἀπ᾿ ὠλένης βαλεῖν. 10 οὗτοι γὰρ δοκοῦντες ἑαυτοῖς εὔχεσθαι τὰ κάλλιστα ταῖς ἀληθείαις καταρῶνται. [Exc. Vat. p. 32.] 9 Ὅτι ὁ αὐτὸς πολλὰ καὶ ἄλλα διαλεγόμενος πρὸς βίου σώφρονος ζῆλον καὶ πρὸς ἀνδρείαν τε καὶ καρτερίαν, ἔτι δὲ τὰς ἄλλας ἀρετάς, ἴσα θεοῖς παρὰ 15 τοῖς Κροτωνιάταις ἐτιμᾶτο. [Exc. de virt. et vit. p. 246 V., 555 W.] 10 Ὅτι Πυθαγόρας φιλοσοφίαν, ἀλλ᾿ οὐ σοφίαν ἐκάλει τὴν ἰδίαν αἵρεσιν. καταμεμφόμενος γὰρ τοὺς πρὸ αὐτοῦ κεκλημένους ἑπτὰ σοφοὺς ἔλεγεν, ὡς σο- 20 φὸς μὲν οὐδείς ἐστιν ἄνθρωπος ὢν καὶ πολλάκις διὰ τὴν ἀσθένειαν τῆς φύσεως οὐκ ἰσχύων πάντα κατορθοῦν, ὁ δὲ ζηλῶν τὸν τοῦ σοφοῦ τρόπον τε καὶ βίον προσηκόντως ἂν φιλόσοφος ὀνομάζοιτο. 2 Ἀλλ᾿ ὅμως τηλικαύτης προκοπῆς γενομένης περί 25 τε Πυθαγόραν αὐτὸν καὶ τοὺς μετ᾿ ἐκεῖνον Πυθα- γορείους, καὶ τοσούτων ἀγαθῶν αἴτιοι γενόμενοι
10 στέρνες cod. βαλεῖν] λαβεῖν cod. 15 ἄλλας] λοι- πάς cod. Peiresc. 19 τοῖς — κεκλημένοις — σοφοῖς v., corr. Herw.