Textus Originalis

X 9—12. 203

ταῖς πόλεσιν οὗτοι τὸν πάντα τὰ καλὰ λυμαινόμε- νον χρόνον οὐ διέφυγον· οὐδὲν γάρ, οἶμαι, τῶν παρ᾿ ἀνθρώποις καλῶν οὕτω συνέστηκεν ὥστε μη- δεμίαν αὐτῷ φθορὰν τε καὶ διάλυσιν γεννῆσαι τὸν 5 πολυετῆ χρόνον. [Exc. Vat. p. 33.] Ὅτι Κροτωνιάτης τις Κύλων ὄνομα, τῇ οὐσίᾳ 11 καὶ δόξῃ πρῶτος τῶν πολιτῶν, ἐπεθύμησε Πυθα- γόρειος γενέσθαι. ὢν δὲ χαλεπὸς καὶ βίαιος τὸν τρόπον, ἔτι δὲ στασιαστὴς καὶ τυραννικός, ἀπεδο- 10 κιμάσθη. παροξυνθεὶς οὖν τῷ συστήματι τῶν Πυ- θαγορείων, ἑταιρείαν μεγάλην συνεστήσατο, καὶ διε- τέλει πάντα καὶ λέγων καὶ πράττων κατ᾿ αὐτῶν. Ὅτι Λῦσις ὁ Πυθαγόρειος εἰς Θήβας τῆς Βοιω- 2 τίας γενόμενος διδάσκαλος Ἐπαμινώνδου, τοῦτον 15 μὲν τέλειον ἄνδρα πρὸς ἀρετὴν κατέστησε, καὶ πα- τὴρ αὐτοῦ θετὸς ἐγένετο δι᾿ εὔνοιαν. ὁ δὲ Ἐπα- μινώνδας τῆς τε καρτερίας καὶ λιτότητος καὶ τῶν ἄλλων ἀρετῶν ἐκ τῆς Πυθαγορείου φιλοσοφίας ἐναύσματα λαβών, οὐ μόνον Θηβαίων, ἀλλὰ καὶ 20 πάντων τῶν κατ᾿ αὐτὸν ἐπρώτευεν. Ὅτι [δὲ] τῶν προγεγονότων ἀνδρῶν ἡ τῶν βίων 12 ἀναγραφὴ δυσκολίαν μὲν παρέχεται τοῖς γράφου- σιν, ὠφελεῖ δ᾿ οὐ μετρίως τὸν κοινὸν βίον. μετὰ παρρησίας γὰρ δηλοῦσα τὰ καλῶς * πραχθέντα τοὺς 25 μὲν ἀγαθοὺς κοσμεῖ, τοὺς δὲ πονηροὺς ταπεινοῖ, διὰ τῶν οἰκείων ἑκάστοις ἐγκωμίων τε καὶ ψόγων. ἔστι δ᾿ ὁ μὲν ἔπαινος, ὡς ἄν τις εἴποι, ἔπαθλον

3 καλῶς v. 19 ἐνάσματα cod., corr. Vales. 21 δὲ del. Reiske 24 καλῶς del. aut τε καὶ κακῶς add. Wurm 26 ἑκάστοις Reiske, ἑκάστους v.