Textus Originalis
204 DIODORI SICULI
ἀρετῆς ἀδάπανον, ὁ δὲ ψόγος τιμωρία φαυλότητος 2 ἄνευ πληγῆς. καλὸν δὲ τοῖς μεταγενεστέροις ὑπο- κεῖσθαι, διότι βίον οἷον ἄν τις ἕληται ζῶν, τοιαύ- της ἀξιωθήσεται μετὰ τὸν θάνατον μνήμης, ἵνα μὴ περὶ τὰς τῶν λιθίνων μνημείων κατασκευὰς σπου- 5 δάζωσιν, ἃ καὶ τόπον ἕνα κατέχει καὶ φθορᾶς ὀξείας τυγχάνει, ἀλλὰ περὶ λόγον καὶ τὰς ἄλλας ἀρετάς, αἳ πάντη φοιτῶσι διὰ τῆς φήμης. ὁ δὲ χρόνος ὁ πάντα μαραίνων τἄλλα ταύτας ἀθανάτους φυλάτ- τει, καὶ πρεσβύτερος γενόμενος αὐτὸς ταύτας ποιεῖ 10 3 νεωτέρας. δῆλον δὲ ἐπὶ τῶν ἀνδρῶν ἐγένετο τὸ προειρημένον· πάλαι γὰρ γεγονότες ὥσπερ νῦν ὄν- τες ὑπὸ πάντων μνημονεύονται. [Exc. de virt. et vit. p. 249 V., 556 W.] 13 Ὅτι Κῦρος ὁ τῶν Περσῶν ἐπειδὴ τῶν Βαβυ- 15 λωνίων καὶ τῶν Μήδων τὴν χώραν κατεπολέμησε, ταῖς ἐλπίσι πᾶσαν περιελάμβανε τὴν οἰκουμένην. τῶν γὰρ δυνατῶν καὶ μεγάλων ἐθνῶν καταπεπολε- μημένων ἐνόμιζε μηδένα μήτε βασιλέα μήτε δῆμον ὑποστήσεσθαι τὴν ἰδίαν δύναμιν· τῶν γὰρ ἐν ἐξου- 20 σίαις ἀνυπευθύνοις ὄντων εἰώθασιν ἔνιοι τὴν εὐ- τυχίαν μὴ φέρειν κατ᾿ ἄνθρωπον. [Exc. Vat. p. 33.] 14 Ὅτι ὁ Καμβύσης ἦν μὲν φύσει μανικὸς καὶ πα- ρακεκινηκὼς τοῖς λογισμοῖς, πολὺ δὲ μᾶλλον αὐτὸν ὠμὸν καὶ ὑπερήφανον ἐποίει τὸ τῆς βασιλείας μέ- 25 γεθος. 2 Ὅτι Καμβύσης ὁ Πέρσης μετὰ τὴν ἅλωσιν Μέμ-
10 αὐτὸς Dind., αὐτὰς v. 11 δῆλον*] δῆλος Wurm, ζῆλος cod. τὸ προειρημένον*] προειρημένος cod., ὁ προ- ειρημένος Reiske; γέγονε τῶν προειρημένων Wurm 21 ἀνυπευθύνων cod., corr. Dind.