Textus Originalis
X 12—16. 205
φεως καὶ Πηλουσίου τὴν εὐτυχίαν οὐ φέρων ἀν- θρωπίνως, τὸν Ἀμάσιος τοῦ πρότερον βεβασιλευ- κότος τάφον ἀνέσκαψεν. εὑρὼν δὲ ἐν τῇ θήκῃ τὸν νεκρὸν τεταριχευμένον, τό τε σῶμα τοῦ τετελευτη- 5 κότος ᾐκίσατο καὶ πᾶσαν ὕβριν εἰς τὸν οὐκ αἰσθα- νόμενον εἰσενεγκάμενος τὸ τελευταῖον προσέταξε κατακαῦσαι τὸν νεκρόν. οὐκ εἰωθότων γὰρ πυρὶ παραδιδόναι τῶν ἐγχωρίων τὰ σώματα τῶν τετελευ- τηκότων, ὑπελάμβανε καὶ διὰ τούτου τοῦ τρόπου 10 πλημμελήσειν τὸν πάλαι προτετελευτηκότα. Ὅτι Καμβύσης μέλλων στρατεύειν ἐπ᾿ Αἰθιο- 3 πίαν ἔπεμψε μέρος τῆς δυνάμεως ἐπ᾿ Ἀμμωνίους, προστάξας τοῖς ἡγεμόσι τὸ μαντεῖον συλήσαντας ἐμπρῆσαι, τούς τε περιοικοῦντας τὸ ἱερὸν ἅπαντας 15 ἐξανδραποδίσασθαι. [Exc. de virt. et vit. p. 249 V., 557 W.] Ὅτι Καμβύσου τοῦ Περσῶν βασιλέως κυριεύ- 15 σαντος πάσης Αἰγύπτου, πρὸς τοῦτον οἱ Λίβυες καὶ Κυρηναῖοι, συνεστρατευκότες τοῖς Αἰγυπτίοις, 20 ἀπέστειλαν δῶρα, καὶ τὸ προσταττόμενον ποιήσειν ἐπηγγείλαντο. [Exc. de legat. p. 314 U., 619 W.] Ὅτι ὁ Πολυκράτης ὁ τῶν Σαμίων τύραννος εἰς 16 τοὺς ἐπικαιροτάτους τόπους ἀποστέλλων τριήρεις ἐλῄστευεν ἅπαντας τοὺς πλέοντας, ἀπεδίδου δὲ μό- 25 νοις τοῖς συμμάχοις τὰ ληφθέντα. πρὸς δὲ τοὺς μεμφομένους τῶν συνήθων ἔλεγεν, ὡς πάντες οἱ φίλοι πλείονα χάριν ἕξουσιν ἀπολαβόντες ἅπερ ἀπέ- βαλον ἤπερ ἀρχὴν μηδὲν ἀποβαλόντες.
3 δὲ Reiske, καὶ v. 6 τὸ add. Hertl. 10 τὸν] εἰς τὸν Hertl. 24 ἐλῄστευσεν v., corr. Hertl.