Textus Originalis
206 DIODORI SICULI
2 Ὅτι ταῖς ἀδίκοις πράξεσιν ὡς ἐπίπαν ἀκολου- θεῖ τις νέμεσις οἰκείους τιμωρίας τοῖς ἁμαρτάνου- σιν ἐπιφέρουσα. 3 Ὅτι πᾶσα χάρις ἀμεταμέλητος οὖσα καλὸν ἔχει καρπὸν τὸν παρὰ τῶν εὐεργετουμένων ἔπαινον· 5 καὶ γὰρ ἂν μὴ πάντες, εἷς γε τῶν εὖ πεπονθότων ἐνίοτε τὴν ὑπὲρ ἁπάντων ἀπέδωκε χάριν. [Exc. Vat. p. 33.] 4 Ὅτι Λυδοί τινες φεύγοντες τὴν Ὀροίτου τοῦ σατράπου δυναστείαν κατέπλευσαν εἰς Σάμον μετὰ 10 πολλῶν χρημάτων καὶ τοῦ Πολυκράτους ἱκέται ἐγί- νοντο. ὁ δὲ τὸ μὲν πρῶτον αὐτοὺς φιλοφρόνως ὑπεδέξατο, μετ᾿ ὀλίγον δὲ πάντας ἀποσφάξας τῶν χρημάτων ἐγκρατὴς ἐγένετο. 17 Ὅτι Θετταλὸς ὁ Πεισιστράτου υἱὸς σοφὸς ὑπάρ- 15 χων ἀπείπατο τὴν τυραννίδα, καὶ τὴν ἰσότητα ζη- λώσας μεγάλης ἀποδοχῆς ἠξιοῦτο παρὰ τοῖς πολί- ταις· οἱ δὲ ἄλλοι, Ἵππαρχος καὶ Ἱππίας, βίαιοι καὶ χαλεποὶ καθεστῶτες ἐτυράννουν τῆς πόλεως. πολλὰ δὲ παρανομοῦντες εἰς τοὺς Ἀθηναίους, καὶ 20 τινος μειρακίου διαφόρου τὴν ὄψιν Ἵππαρχος ἐρα- 2 σθείς, διὰ τοῦτο ἐκινδύνευσεν. . . . . Ἡ μὲν οὖν ἐπὶ τοὺς τυράννους ἐπίθεσις καὶ ἡ πρὸς τὴν τῆς πατρίδος ἐλευθερίαν σπουδὴ κοινὴ τῶν προειρημέ- νων ὑπῆρξεν ἀνδρῶν· ἡ δὲ ἐν ταῖς βασάνοις πα- 25 ράστασις τῆς ψυχῆς καὶ τὸ καρτερικὸν τῆς τῶν δεινῶν ὑπομονῆς περὶ μόνον ἐγενήθη τὸν Ἀριστογείτονα,
2 οἰκείας aut οἰκείως scribendum 6 γε] γέ τις Herw. 7 ἀπέδωκε Dind., ἔδωκε v. 9 Ὀρίτου v., corr. Wess. 11 ἐγίνοντο cod. Peiresc., ἐγένοντο v. 25 ὑπόστασις Wess.