Textus Originalis
X 16. 17. 18. 207
ὃς ἐν τοῖς φοβερωτάτοις καιροῖς δύο μέγιστα διε- τήρησε, τήν τε πρὸς τοὺς φίλους πίστιν καὶ τὴν πρὸς τοὺς ἐχθροὺς τιμωρίαν. [Exc. de virt. et vit. p. 250 V., 557 W.] 5 Ὅτι ὁ Ἀριστογείτων πᾶσιν ἐποίησε φανερὸν ὡς 3 ἡ τῆς ψυχῆς εὐγένεια κατισχύει τὰς μεγίστας τοῦ σώματος ἀλγηδόνας. Ὅτι Ζήνωνος τοῦ φιλοσόφου διὰ τὴν ἐπιβουλὴν 18 τὴν κατὰ τοῦ Νεάρχου τοῦ τυράννου κατὰ τὰς ἐν ταῖς 10 βασάνοις ἀνάγκας ἐρωτωμένου ὑπὸ Νεάρχου τίνες ἦσαν οἱ συνειδότες, Ὤφελον γάρ, ἔφη, ὥσπερ τῆς γλώττης εἰμὶ κύριος, οὕτω καὶ τοῦ σώματος. [Exc. Vat. p. 34.] Ὅτι τυραννουμένης τῆς πατρίδος ὑπὸ Νεάρχου 2 15 σκληρῶς, ἐπιβουλὴν κατὰ τοῦ τυράννου συνεστή- σατο. καταφανὴς δὲ γενόμενος, καὶ κατὰ τὰς ἐν ταῖς βασάνοις ἀνάγκας διερωτώμενος ὑπὸ τοῦ Νε- άρχου τίνες ἦσαν οἱ συνειδότες, Ὤφελον γάρ, ἔφησεν, ὥσπερ τῆς γλώττης εἰμὶ κύριος, οὕτως 20 ὑπῆρχον καὶ τοῦ σώματος. τοῦ δὲ τυράννου πολὺ 3 μᾶλλον ταῖς βασάνοις προσεπιτείναντος, ὁ Ζήνων μέχρι μέν τινος διεκαρτέρει· μετὰ δὲ ταῦτα σπεύ- δων ἀπολυθῆναί ποτε τῆς ἀνάγκης καὶ ἅμα τιμω- ρήσασθαι τὸν Νέαρχον, ἐπενόησάτό τι τοιοῦτον. 25 κατὰ τὴν ἐπιτονωτάτην ἐπίτασιν τῆς βασάνου προσ- 4 ποιηθεὶς ἐνδιδόναι τὴν ψυχὴν ταῖς ἀλγηδόσιν ἀν- έκραγεν, Ἄνετε, ἐρῶ γὰρ πᾶσαν ἀλήθειαν. ὡς δ᾿
3 τιμωρίαν] πικρίαν Reiske 12 οὕτω] οὕτως ὑπῆρχον (ex v. 20) Dind. 15 κατεστήσατο v., corr. Dind. 25 ἐπίστασιν cod., corr. Vales.