Textus Originalis
208 DIODORI SICULI
ἀνῆκαν, ἠξίωσεν αὐτὸν ἀκοῦσαι κατ᾿ ἰδίαν προσελ- θόντα· πολλὰ γὰρ εἶναι τῶν λέγεσθαι μελλόντων 5 ἃ συνοίσει τηρεῖν ἐν ἀπορρήτῳ. τοῦ δὲ τυράννου προσελθόντος ἀσμένως καὶ τὴν ἀκοὴν τῷ στόματι παραβαλόντος, ὁ Ζήνων τοῦ δυνάστου περιχανὼν 5 τὸ οὖς ἐνέπρισε τοῖς ὀδοῦσι. τῶν δὲ ὑπηρετῶν ταχὺ προσδραμόντων, καὶ πᾶσαν τῷ βασανιζομένῳ προσφερόντων τιμωρίαν εἰς τὸ χαλάσαι τὸ δῆγμα, 6 πολὺ μᾶλλον προσενεφύετο. τέλος δ᾿ οὐ δυνάμενοι τἀνδρὸς νικῆσαι τὴν εὐψυχίαν, παρεκέντησαν αὐ- 10 τὸν ἵνα διίῃ τοὺς ὀδόντας. καὶ τοιούτῳ τεχνήματι τῶν ἀλγηδόνων ἀπελύθη καὶ παρὰ τοῦ τυράννου τὴν ἐνδεχομένην ἔλαβε τιμωρίαν. [Exc. de virt. et vit. p. 253 V., 558 W.] [Πολλαῖς ὕστερον γενεαῖς Δωριεὺς ὁ Λακεδαι- 15 μόνιος καταντήσας εἰς τὴν Σικελίαν καὶ τὴν χώραν ἀπολαβὼν ἔκτισε πόλιν Ἡράκλειαν. ταχὺ δ᾿ αὐτῆς αὐξομένης, οἱ Καρχηδόνιοι φθονήσαντες ἅμα καὶ φοβηθέντες μήποτε πλέον ἰσχύσασα τῆς Καρχηδό- νος ἀφέληται τῶν Φοινίκων τὴν ἡγεμονίαν, στρα- 20 τεύσαντες ἐπ᾿ αὐτὴν μεγάλαις δυνάμεσι καὶ κατὰ κράτος ἑλόντες κατέσκαψαν. ἀλλὰ περὶ μὲν τού- των τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀνα- γράψομεν. Diodorus IV 23, 3.] 19 Ὅτι τοῖς ἐπί τινων πραγμάτων διοριζομένοις ὡς 25 οὐκ ἄν ποτε πραχθησομένων ἔοικεν ἐπακολουθεῖν ὡσα- νεί τις νέμεσις ἐλέγχουσα τὴν ἀνθρωπίνην ἀσθένειαν.
1 ἀνῆκεν v., corr. Reiske 5 τοῦ] τοῦ τε v. 10 παρεκέντησαν Döhner ex Diog. L. IX 26, παρεκάλεσαν v. 26 πραχθησομένοις v., corr. Dind.