Textus Originalis
X 18. 19. 209
Ὅτι Μεγαβύζου τοῦ καὶ Ζωπύρου, φίλου ὄντος 2 Δαρείου τοῦ βασιλέως, μαστιγώσαντος δ᾿ ἑαυτὸν καὶ τὰ περὶ τὸ πρόσωπον ἀκρωτήρια ἀποκόψαντος διὰ τὸ αὐτόμολον γενέσθαι καὶ Βαβυλῶνα προδοῦ- 5 ναι Πέρσαις, φασὶ βαρέως φέρειν τὸν Δαρεῖον καὶ εἰπεῖν βούλεσθαι τὸν Μεγάβυζον, εἰ δυνατὸν ἦν, ἄρτιον γενόμενον ἢ δέκα Βαβυλῶνας λαβεῖν ὑπὸ τὴν ἐξουσίαν, καίπερ ἀπράκτου τῆς ἐπιθυμίας οὔσης. Ὅτι οἱ Βαβυλώνιοι στρατηγὸν εἵλαντο Μεγάβυ- 3 10 ζον, ἀγνοοῦντες ὅτι τὴν εὐεργεσίαν τῆς μελλούσης ἀκολουθεῖν ἀπωλείας οἱονεὶ δέλεαρ αὐτοῖς προθήσει. Ὅτι τὸ ἀποτέλεσμα τῶν ἐπιτευγμάτων ἱκανόν 4 ἐστι μαρτύριον τῶν προρρηθέντων. Ὅτι Δαρεῖος τῆς Ἀσίας σχεδὸν ὅλης κυριεύσας 5 15 τὴν Εὐρώπην ἐπεθύμει καταστρέψασθαι. τὰς γὰρ τοῦ πλείονος ἐπιθυμίας ἀπλήστους ἔχων καὶ τῷ μεγέθει τῆς Περσικῆς δυνάμεως πεποιθώς, περιε- λάμβανε τὴν οἰκουμένην, αἰσχρὸν εἶναι νομίζων τοὺς πρὸ αὑτοῦ βεβασιλευκότας καταδεεστέρας ἀφορ- 20 μὰς κτησαμένους τὰ μέγιστα τῶν ἐθνῶν καταπεπο- λεμηκέναι, αὐτὸν δὲ τηλικαύτας ἔχοντα δυνάμεις ἡλίκας οὐδεὶς τῶν πρὸ αὑτοῦ ἔσχε μηδεμίαν ἀξιό- λογον πρᾶξιν κατειργάσθαι. Ὅτι οἱ Τυρρηνοὶ διὰ τὸν τῶν Περσῶν φόβον 6 25 ἐκλιπόντες τὴν Λῆμνον ἔφασκον ὡς διά τινας χρη- σμοὺς τοῦτο ποιεῖν, καὶ ταύτην τῷ Μιλτιάδῃ παρέ-
4 αὐτόμολον Dind., σύντονον cod., συνεργόν Wurm 8 ἀπράκτου] ἀπλήστου Hertl. 11 προθήσειν v., corr. Wurm 15 τῆς Εὐρώπης v., corr. Dind. 16 ἀπλήστους Dind., ἀρίστους v., f. ἀορίστους 19 καταδεεστέρους v., corr. Dind. 26 ποιοῖεν Herw. 18*