Textus Originalis

210 DIODORI SICULI

δωκαν. ταῦτα δὲ πράξαντος Ἕρμωνος τοῦ προεστη- κότος τῶν Τυρρηνῶν, συνέβη τὰς τοιαύτας χάρι- τας ἀπ᾿ ἐκείνων τῶν χρόνων Ἑρμωνείους προσαγο- ρευθῆναι. [Exc. Vat. p. 35.] 20 Ὅτι Λευκίου Ταρκυινίου τοῦ ῾Ρωμαίων βασιλέως 5 ὁ υἱὸς Σέξτος ἐξεδήμησεν εἰς πόλιν Κολλατίαν κα- λουμένην, καὶ κατέλυσε πρὸς Λεύκιον Ταρκυίνιον ἀνεψιὸν τοῦ βασιλέως, ἔχοντα γυναῖκα Λουκρητίαν, ἥτις ἦν εὐπρεπὴς μὲν τὴν ὄψιν, σώφρων δὲ τὸν τρό- πον.*) ἐπὶ στρατοπέδου γὰρ ὄντος τἀνδρός, ὁ ξένος 10 νυκτὸς ἐγερθεὶς ἐκ τοῦ κοιτῶνος ὥρμησεν ἐπὶ τὴν 2 γυναῖκα κοιμωμένην ἐν τῷ θαλάμῳ. ἐπιστὰς δὲ ταῖς θύραις ἄφνω καὶ σπασάμενος τὸ ξίφος, παρα- σκευάσασθαι μὲν ἔφησεν οἰκέτην ἐπιτήδειον εἰς ἀναί- ρεσιν, συγκατασφάξειν δὲ κἀκείνην, ὡς ἐπὶ μοιχείᾳ 15 κατειλημμένην καὶ τετευχυῖαν τῆς προσηκούσης τι- μωρίας ὑπὸ τοῦ συγγενεστάτου τῷ συνοικοῦντι. διόπερ αἱρετώτερον ὑπάρχειν ὑπουργῆσαι ταῖς ἐπι- θυμίαις αὐτοῦ σιωπῶσαν· λήψεσθαι δὲ ἔπαθλον τῆς χάριτος δωρεάς τε μεγάλας καὶ τὴν μετ᾿ αὐτοῦ συμ- 20 βίωσιν καὶ γενήσεσθαι βασίλισσαν, ἰδιωτικῆς ἑστίας 3 ἐξηλλαγμένην ἡγεμονίαν. ἡ δὲ Λουκρητία διὰ τὸ παράδοξον ἐκπλαγὴς γενομένη, καὶ φοβηθεῖσα μήποτε ταῖς ἀληθείαις δόξῃ διὰ τὴν μοιχείαν ἀνῃρῆσθαι,

1 Ἕρμωνος add. Mai 8 (et 22) Λουκριτίαν cod. 9 ἐκπρεπὴς malim 11 ἐπὶ add. Reiske 12 τῷ Herw., τὴν v. 21 γενέσθαι cod., corr. Vales. *) Περὶ τῆς Λουκρητίας Δίων Κοκκειανὸς καὶ Διόδωρος ὁ Σικελὸς καὶ Πλούταρχος καὶ Διονύσιος ἱστοροῦσιν ὡς εὐ- γενὴς μὲν ῾Ρωμαία ἐτύγχανε, γυνὴ δὲ ἦν Κολλατίνου σωφρο- νεστάτη. [Revue de philologie II p. 36.]