Textus Originalis
22 DIODORI SICULI
πεπυκασμένην δρυμοῖς συνεχέσι καὶ ποταμοῖς διαρ- 14ρεομένην μικροῖς. οἱ δ᾿ ἐγχώριοι τροφαῖς μὲν χρῶν- ται γάλακτι καὶ μέλιτι καὶ κρέασι, δαψιλῶς πάντα ταῦτα παρεχομένης τῆς χώρας, τὰ δὲ πρὸς ἀλλή- λους βιοῦσιν ἐπιεικῶς καὶ δικαίως παρὰ πάντας σχε- 5 δὸν τοὺς ἄλλους βαρβάρους· τά τε γὰρ κατὰ τὴν ὀρεινὴν ἐν τοῖς δένδρεσιν εὑρισκόμενα κηρία τῶν πρώτων εὑρισκόντων ἐστί, μηδενὸς ἀμφισβητοῦν- τος, τά τε πρόβατα σημείοις διειλημμένα, κἂν μη- δεὶς φυλάττῃ, σῴζεται τοῖς κεκτημένοις, ἔν τε ταῖς 10 ἄλλαις ταῖς ἐν τῷ βίῳ κατὰ μέρος οἰκονομίαις θαυ- 2 μαστῶς προτιμῶσι τὸ δικαιοπραγεῖν. παραδοξότα- τον δ᾿ ἐστὶ τὸ παρ᾿ αὐτοῖς γινόμενον κατὰ τὰς τῶν τέκνων γενέσεις· ὅταν γὰρ ἡ γυνὴ τέκῃ, ταύτης μὲν οὐδεμία γίνεται περὶ τὴν λοχείαν ἐπιμέλεια, ὁ 15 δ᾿ ἀνὴρ αὐτῆς ἀναπεσὼν ὡς νοσῶν λοχεύεται τα- κτὰς ἡμέρας, ὡς τοῦ σώματος αὐτῷ κακοπαθοῦντος· 3 φύεται δὲ κατὰ τὴν νῆσον ταύτην καὶ πύξος πλείστη καὶ διάφορος, δι᾿ ἣν καὶ τὸ μέλι τὸ γινόμενον ἐν ταύτῃ παντελῶς γίνεται πικρόν. κατοικοῦσι δ᾿ αὐ- 20 τὴν βάρβαροι, τὴν διάλεκτον ἔχοντες ἐξηλλαγμένην καὶ δυσκατανόητον· τὸν δ᾿ ἀριθμὸν ὑπάρχουσιν ὑπὲρ τοὺς τρισμυρίους. 15 Ἐχομένη δὲ ταύτης ἐστὶ νῆσος ἡ προσαγορευ- ομένη Σαρδώ, τῷ μὲν μεγέθει παραπλήσιος τῇ Σι- 25 κελίᾳ, κατοικουμένη δ᾿ ὑπὸ βαρβάρων τῶν ὀνομα- ζομένων Ἰολαείων, οὓς νομίζουσιν ἀπογόνους εἶναι
2 μακροῖς C 11 τῷ om. v. 13 τὸ παρ αυτοῖς τὸ D, παρ᾿ αὐτοῖς τὸ v. 14 γὰρ] μὲν γὰρ D 19 ἐν αὐτῇ v. 24 νῆσός ἐστιν v.