Textus Originalis
X 19. 20. 21. 211
τότε μὲν ἡσυχίαν ἔσχεν· ἡμέρας δὲ γενομένης ὁ Σέξτος ἐχωρίσθη· ἡ δὲ ἐκάλεσε τοὺς οἰκείους, καὶ ἠξίου μὴ περιιδεῖν ἀτιμώρητον τὸν ἀσεβήσαντα εἰς ξενίαν ἅμα καὶ συγγένειαν. ἑαυτῇ δὲ φήσασα μὴ 5 προσήκειν ἐφορᾶν τὸν ἥλιον τηλικαύτης ὕβρεως πεπειραμένην, ξιφιδίῳ πατάξασα τὸ στῆθος ἑαυτῆς ἐτελεύτησεν. [Exc. de virt. et vit. p. 253 V., 558 W.] Ὅτι τῆς Λουκρητίας μοιχευθείσης παρὰ Σέξτου 21 καὶ ἑαυτὴν ἀνελούσης διὰ τὸ ἁμάρτημα, οὐκ ἄξιον 10 ἡγούμεθα τὸ γενναῖον τῆς προαιρέσεως παραλιπεῖν ἀνεπισήμαντον. τὴν γὰρ ἐπιδοῦσαν ἑκουσίως τὸ ζῆν τοῖς μεταγενεστέροις εἰς καλὸν ζῆλον προσ- ηκόντως ἂν εὐφημίας ἀξιοῖμεν ἀθανάτου, ὅπως αἱ τὴν τοῦ σώματος ἁγνείαν κατὰ πᾶν ἀνεπίληπτον 15 παρέχεσθαι προαιρούμεναι πρὸς ἐπιτετευγμένον ἀρ- χέτυπον παραβάλωνται. αἱ μὲν οὖν ἄλλαι γυναῖ- 2 κες κἂν φανερῶς τι τῶν τοιούτων πράξωσι, κατα- κρύπτουσι τὸ συντελεσθέν, εὐλαβούμεναι τὴν ὑπὲρ τῶν ἁμαρτημάτων τιμωρίαν· ἡ δὲ τὸ λάθρᾳ πρα- 20 χθὲν ποιήσασα περιβόητον ἀπέσφαξεν ἑαυτήν, καὶ τὴν τοῦ βίου τελευτὴν καλλίστην ὑπὲρ αὑτῆς ἀπο- λογίαν ἀπέλιπε. καὶ τῶν ἄλλων ἐπὶ τῶν ἀκουσίων 3 τὴν συγγνώμην προβαλλομένων, αὕτη τὴν μετὰ βίας ὕβριν ἐτιμήσατο θανάτου, ἵνα μηδ᾿ εἴ τις ἐπι- 25 θυμοίη βλασφημεῖν, τὴν ἐξουσίαν ἔχοι κατηγορεῖν τῆς προαιρέσεως ὡς ἑκουσίου γεγενημένης. τῶν γὰρ 4 ἀνθρώπων φύσει τὰς λοιδορίας ἐπαίνων προτιμών-
17 φανερόν cod., corr. Dind. 22 ἐπὶ τῶν Dind., τῶν ἐπὶ τῶν v. 25 ἐπιθυμῆ — ἔχει v., corr. Dind. 26 ὡς add. Dind.